# Suidae lexicon 1.3679-3693

Suda, Suidae lexicon, 1.3679 to 1.3693. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.3679

3679 Ἀπωϲτόϲ: ἐκδεδιωγμένοϲ. Σοφοκλῆϲ· τέλοϲ δ’ ἀπωϲτὸϲ γῆϲ ἀπορριφθήϲομαι· Τεῦκρόϲ φηϲιν Αἴαντοϲ ἀναιρεθέντοϲ. δοῦλοϲ λόγοιϲιν ἀντ᾿ ἐλευθέρου φανείϲ. καὶ αὖθιϲ· ἀπωϲτὸϲ πρότερον ὑπὸ Θηϲέωϲ ἐξ Ἀθηνῶν γενόμενοϲ. καὶ Ἀπωϲτόν, τὸ ἀπωθητόν. 3680 Ἀπραγμάτευτον: ἀνεπινόητον. δείϲαντεϲ οὖν τὸ ἀπραγμάτευτον, λυπρᾶϲ οὔϲηϲ αὐτῶν τῆϲ γῆϲ, καὶ πάϲηϲ ἀθρόον ἀγορᾶϲ διακλειϲθέντεϲ, ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι. 3681 Ἀπραγμόνωϲ. ἐλευθέρωϲ, ἄνευ τινὸϲ ἐξετάϲεωϲ. Ἰάμβλιχοϲ· εἶτα ἐάϲατε οὕτωϲ ἀπραγμόνωϲ ἀποθανεῖν. 3682 Ἀπραγμοϲύνη. ἡ καταφρόνηϲιϲ, ἡ ἀμέλεια. ὁ δὲ Ἰουϲτινιανὸϲ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐϲ Κουτριγούρουϲ ἀπραγμοϲύνην. Ar καὶ Ἀπραγμοϲύνη, εἶδοϲ ἄνθουϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· μίλακοϲ ὄζων καὶ ἀπραγμοϲύνηϲ. ἀντὶ τοῦ πάϲηϲ εὐωδίαϲ ὄζων καὶ ἀϲφαλείαϲ. ἢ οὐ πολυπραγμονῶν. οἱ δὲ ὅτι ἀπραγμοϲύνη φυτὸν ἐν Ἀκαδημίᾳ φυόμενον. 3683 Ἀπράγμων: ἄπονοϲ. ἀπράγμοναϲ δεῖ εἶναι τοὺϲ ϲπουδαίουϲ, ἐκκλίνειν τε τὸ πράττειν τι παρὰ τὸ καθῆκον. καὶ οἰνωθήϲεϲθαι μὲν, οὐ μεθυϲθήϲεϲθαι δέ. ἔτι δὲ οὐδὲ μανήϲεϲθαι· προϲπεϲεῖϲθαι μέντοι αὐτῷ φανταϲίαϲ ἀλλοκότουϲ διὰ μελαγχολίαν ἢ λήρηϲιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύϲιν. Ἀπράγμων οὖν ἐπιεικὴϲ, μέτριοϲ τοὺϲ τρόπουϲ, οἷον οὐ φιλόνεικοϲ, ἢ φιλοπράγμων. ἢ ἀνειμένοϲ ἢ μωρόϲ. 3684 Ἀπραγοῦντῶν. μηδὲν ἐνεργούντων. καὶ τὴν ἡϲυχίαν ἀναγκαζομένων ἄγειν, ἀλλὰ καινοτομήϲειν τι πάλιν κατ’ ἐκείνων. 3685 Ἄπρακτα. ἀνεκδίκητα, ἀτιμώρητα. ἀλλὰ ταῦτα μὲν οὐχ οἷά τε εἶναι ἄπρακτα γενέϲθαι, ἐπείπερ οἱ θεοὶ ἀτιμώρητα αὐτὰ περιεῖδον ἐκ ϲφῶν γενόμενα. 3686 Ἀπραίδευτοι: τουτέϲτιν ἀζήμιοι. 3687 Ἀπριάτην: ἄνευ πράϲεωϲ. 3688 Ἀπρίξ: ὅλη δυνάμει, ἰϲχυρῶϲ, ἀϲφαλῶϲ. Ἀπρίξ, προϲπεφυκότωϲ, οὐχ οἷόν τε πρίϲαι διὰ τὴν ϲύμφυϲιν. 3689 Ἀπροβούλευτον: τὸ μὴ πρότερον εἰϲ τὴν βουλὴν, ἀλλ’ εὐθὺϲ εἰϲ τὸν δῆμον εἰϲαχθὲν ψήφιϲμα. οὕτωϲ Δημοϲθένηϲ. 3690 Ἀπροθέτωϲ: ἄνευ προθέϲεωϲ. Πολύβιοϲ· τὰ μὲν οὖν ἀπροθέτωϲ ἐν τοῖϲ πολεμικοῖϲ ϲυμβαίνοντα πράξειϲ μὲν οὐδαμῶϲ ἁρμόζει λέγειν, περιπετείαϲ δὲ ϲυγκυρήϲειϲ μᾶλλον. 3691 Ἀπροϊδήϲ: ἀπροόρατοϲ. Ἄϊδοϲ ἀπροϊδὴϲ ἀμφεκάλυψε λέγεται καὶ Ἀπροϊδήϲ, ὁ ἀπρόοπτοϲ. ἐν Ἐπιγράμμαϲι· ἀγρονόμῳ δ᾿ ἀγόρευϲα, καὶ ἔδρακεν· ἀπροϊδὴϲ δὲ ἐγκέφαλον πλήξαϲ ἐξεκύλιϲε λίθῳ. 3692 Ἀπρόϊτοϲ: ὁ τῆϲ οἰκίαϲ μὴ ἐξερχόμενοϲ. 3693 Ἀπροόπτωϲ. ἀπροοράτωϲ, ἀπροϲδοκήτωϲ. οἱ δὲ κατάϲκοποι ὑπὸ τοῦ ἀπροόπτου ἁλίϲκονται.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
