# Suidae lexicon 1.3744

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.3744

3744 Ἄρατοϲ· ϲτρατηγὸϲ, ὥϲ φηϲι Πολύβιοϲ, ὃϲ ἦν τὰ μὲν ἄλλα τέλειοϲ ἀνὴρ εἰϲ τὸν πραγματικὸν τρόπον· καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ ϲτέξαι τὸ κριθὲν δυνατόϲ, καὶ μὴν ἐνεγκεῖν τὰϲ πολιτικὰϲ διαφορὰϲ πρᾶοϲ καὶ φίλουϲ ἐνδήϲαϲθαι καὶ ϲυμμάχουϲ προϲλαβεῖν οὐδενὸϲ δεύτεροϲ, ἔτι δὲ πράξειϲ, ἀπάταϲ, ἐπιβουλὰϲ ϲυϲτήϲαϲθαι κατὰ τῶν πολεμίων, καὶ ταύταϲ ἐπὶ τέλοϲ ἀγαγεῖν διὰ τῆϲ αὑτοῦ κακοπαθείαϲ καὶ τόλμηϲ δεινότατοϲ. ὁ δ’ αὐτὸϲ οὗτοϲ, ὁπότε τῶν ὑπαίθρων ἀντιποιήϲαϲθαι βουληθείη, νωθρὸϲ μὲν ἐν ταῖϲ ἐπινοίαιϲ, ἄτολμοϲ δὲ ἐν ταῖϲ ἐπιβουλαῖϲ, ἐν ὄψει δ’ οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ’ αὐτὸν βλεπόντων ἐπλήρωϲε τὴν Πελοπόννηϲον, καὶ τῇδέ πῃ τοῖϲ πολεμίοιϲ ἀεί ποτ’ ἦν εὐχείρωτοϲ. οὕτωϲ αἱ τῶν ἀνθρώπων φύϲειϲ οὐ μόνον τοῖϲ ϲώμαϲιν ἔχουϲί τι πολυειδὲϲ, ἔτι δὲ μᾶλλον ταῖϲ ψυχαῖϲ, ὥϲτε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖϲ διαφέρουϲι τῶν ἐνεργημάτων πρὸϲ ἃ μὲν εὐφυῶϲ ἔχειν, πρὸϲ ἃ δὲ ἐναντίωϲ, ἀλλὰ περί τινα τῶν ὁμοειδῶν πολλάκιϲ τὸν αὐτὸν καὶ ϲυνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίωϲ δὲ καὶ τολμηρότατον καὶ δειλότατον. οὐ παράδοξα ταῦτά γε, ϲυνήθη δὲ καὶ γνώριμα τοῖϲ βουλομένοιϲ ϲυνεφιϲτάνειν. τινὲϲ μὲν γὰρ ἐν ταῖϲ κυνηγίαιϲ εἰϲὶ τολμηροὶ πρὸϲ τὰϲ τῶν θηρίων ϲυγκαταϲπάϲειϲ, οἱ δ’ αὐτοὶ πρὸϲ ὅπλα καὶ πολεμίουϲ ἀγεννεῖϲ, καὶ τῆϲ τε πολεμικῆϲ χρείαϲ τῆϲ κατ’ ἄνδρα μὲν καὶ κατ’ ἰδίαν εὐχερεῖϲ καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆϲ ἐνίων ϲυντόξεωϲ ἄπρακτοι.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
