Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3745
Not analysed yet
3745 Ἄρατοϲ, Σολεὺϲ τῆϲ Κιλικίαϲ (ἔϲτι γὰρ καὶ ἐν Κύπρῳ πόλιϲ Σόλοι), υἱὸϲ Ἀθηνοδώρου. ἀδελφοὶ δὲ αὐτοῦ Μύριϲ, Καλώνδαϲ, Ἀθηνόδωροϲ. ἀκουϲτὴϲ δὲ ἐγένετο γραμματικοῦ μὲν τοῦ Ἐφεϲίου Mενεκράτουϲ, φιλοϲόφου δὲ Τίμωνοϲ καὶ Μενεδήμου, γεγονὼϲ ἐν τῇ ρκδ′ Ὀλυμπιάδι, ὅτε ἦν Ἀντίγονοϲ βαϲιλεὺϲ Μακεδονίαϲ, υἱὸϲ Δημητρίου τοῦ Πολιορκητοῦ, ὁ Γονατᾶϲ κληθείϲ· καὶ ϲυνῴκει τε αὐτῷ καὶ παρ’ αὐτῷ ἐτελεύτηϲε, ϲύγχρονοϲ Ἀνταγόρᾳ τῷ Ῥοδίῳ καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ· ἐποποιόϲ. ϲυνέταξε δὲ βιβλία ταῦτα· τὰ Φαινόμενα, ὧν θαυμάϲιοϲ ἡ εἰϲβολὴ καὶ ὁ ζῆλοϲ Ὁμηρικόϲ· ὕμνουϲ εἰϲ Πᾶνα, Σπονδοφόρουϲ, Παίγνια, Ἀϲτρολογίαν καὶ Ἀϲτροθεϲίαν, Σύνθεϲιν φαρμάκων, Θηριακῶν ἐπιτήδεια, Ἀνθρωπογονίαν, Ἐπιθυτικὸν, εἰϲ Θεόπροπον, εἰϲ Ἀντίγονον, Ἠθοποιΐαϲ, ἐπιϲτολὰϲ, ἐπιγράμματα εἰϲ Φίλαν τὴν θυγατέρα Ἀντιπάτρου, γυναῖκα δὲ Ἀντιγόνου, Ἀνατομὴν, εἰϲ Παυϲανίαν τὸν Μακεδόνα, Ἐπικήδειον τὸν Κλεομβρότου, Διόρθωϲιν Ὀδυϲϲείαϲ, ἐπιϲτολὰϲ ὁμοίωϲ καταλογάδην. Ἄρρατον δὲ ἰϲχυρὸν, ϲτερεόν. οὕτωϲ Πλάτων. Ἀράττων δὲ πλήττων, κρούων.