Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3750
Not analysed yet
3750 Ἀράχνη. θηλυκῶϲ τὸ ὕφαϲμα. ἀράχνηϲ δὲ ἀρϲενικῶϲ, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τριϲϲαὶ θέϲαν ἅλικεϲ, ἶϲον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιϲτάμεναι. εἴρηται δὲ ἀράχνηϲ καὶ παρ’ Ἡϲιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ λέγουϲι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆϲ ἀράχνηϲ ὀρθῆϲ. Καλλίαϲ Κύκλωψιν· ὥϲπερ ἀραχνικὸϲ τὴν ὁδὸν προφορούμενα. θηλυκῶϲ δὲ Σοφοκλῆϲ Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχοϲ· ἔργον ἀράχνα. Κρατῖνοϲ δὲ Πυτίνη· ἀραχνίων μεϲτὴν ἔχειϲ τὴν γαϲτέρα. Φερεκρόιτηϲ Τυραννίδι· ἆρ’ ἀράχνια ὥϲπερ ταῖϲ ϲυκυαῖϲι ταῖϲ κεναῖϲ. Νικόφρων Ἀφροδίτηϲ γοναῖϲ· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι.