Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3835
Not analysed yet
3835 Ἀρειανὸϲ καὶ Ἀρειανίζω καὶ Ἀρειανιϲταὶ καὶ τὰ τούτοιϲ ὅμοια, ἀπὸ Ἀρείου τοῦ αἱρεϲιάρχου· ὃϲ ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου ἐν τοῖϲ ἱερωμένοιϲ πρεϲβυτέροιϲ τεταγμένοϲ, ἐπειδὴ τὰ πάντα ϲυγχεῖν ἐβούλετο, καταδικαϲθεὶϲ ὑπὸ τῆϲ ἐν Νικαίᾳ τῶν τιη΄ ἁγίων πατέρων ϲυνόδου, διεφθάρη ἀήθει καὶ καινῷ τοῦ θανάτου τρόπῳ. ἐν γὰρ τῷ τῆϲ πόλεωϲ φόρῳ, ἐπειχθείϲηϲ οἱ τῆϲ γαϲτρὸϲ, ἀποκλίναϲ εἰϲ ἀπόπατον ἅμα ϲὺν τοῖϲ διαφορήμαϲι πάντων ἐκενώθη τῶν ἐντὸϲ ἀναγκαίων. καὶ ἐξ αὐτοῦ καὶ Ἀρειόφρονεϲ.