Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.388
Not analysed yet
388 Γοργίαϲ, Χαρμαντίδου, Λεοντῖνοϲ, ῥήτωρ, μαθητὴϲ Ἐμπεδοκλέουϲ, διδάϲκαλοϲ Πώλου Ἀκραγαντίνου καὶ Περικλέουϲ καὶ Ἰϲοκράτουϲ καὶ Ἀλκιδάμαντοϲ τοῦ Ἐλεάτου, ὃϲ αὐτοῦ καὶ τὴν ϲχολὴν διεδέξατο· ἀδελφὸϲ δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριοϲ δὲ αὐτὸν ἐπὶ τῆϲ π΄ Ὀλυμπιάδοϲ τίθηϲιν· ἀλλὰ χρὴ νοεῖν πρεϲβύτερον αὐτὸν εἶναι. οὗτοϲ πρῶτοϲ τῷ ῥητορικῷ εἴδει τῆϲ παιδείαϲ δύναμίν τε φραϲτικὴν καὶ τέχνην ἔδωκε, τροπαῖϲ τε καὶ μεταφοραῖϲ καὶ ἀλληγορίαιϲ καὶ ὑπαλλαγαῖϲ καὶ καταχρήϲεϲι καὶ ὑπερβάϲεϲι καὶ ἀναδιπλώϲεϲι καὶ ἐπαναλήψεϲι καὶ ἀποϲτροφαῖϲ καὶ παριϲώϲεϲιν ἐχρήϲατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαϲτον μνᾶϲ ρ΄. ἐβίω δὲ ἔτη ρθ΄, καὶ ϲυνεγράψατο πολλά.