Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.392-2
Not analysed yet
392 Γοργόνη· Ἀριϲτοφάνηϲ· καὶ Γοργόν᾿ ἐξήγειρεν ἐκ τῆϲ ἀϲπίδοϲ. ὡϲεὶ ἔλεγεν, οἴδημα ἐποίηϲεν ἐπὶ τῆϲ κεφαλῆϲ· παῤ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν, καὶ ἀπὸ τῆϲ πληγῆϲ κορδύλην ἐποίηϲεν, ἔφη, Γοργόνα ἐξήγειρε. καὶ Αἰλιανόϲ· καὶ ἐνέκειντο αὐτῷ τὴν ἐξ αὐτοῦ προφέροντεϲ, καὶ προϲιόντεϲ ὡϲ εἰπεῖν Γοργόνα κατεϲίγαϲαν ἄλλωϲ πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθουϲ τοῦ Ἀθηναίου, ὃϲ νόμον εἰϲάγει, τὸν ἀπὸ τοῦ ἄϲτεοϲ ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτοϲ οὖν ὠψίϲθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ εἰϲ δίκην ὑπάγουϲι. διὰ τοῦτο λέγει, προϲιόντεϲ Γοργόνα. καὶ ϲκώπτων ὁ αὐτὸϲ Μόρϲιμον καὶ Μελάνθιόν φηϲι. Γοργόνεϲ, ἀντὶ τοῦ φοβεροὶ εἰϲ γαϲτριμαργίαν.