Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3927
Not analysed yet
3927 Ἀριϲτόξενοϲ, υἱὸϲ Μνηϲίου, τοῦ καὶ Σπινθάρου, μουϲικοί, ἀπὸ Τάραντοϲ τῆϲ Ἰταλίαϲ. διατρίψαϲ δὲ ἐν Μαντινείᾳ φιλόϲοφοϲ γέγονε καὶ μουϲικῇ ἐπιθέμενοϲ οὐκ ἠϲτόχηϲεν, ἀκουϲτὴϲ τοῦ τε πατρὸϲ καὶ Λάμπρου τοῦ Ἐρυθραίου, εἶτα Ξενοφίλου τοῦ Πυθαγορείου καὶ τέλοϲ Ἀριϲτοτέλουϲ· εἰϲ ὃν ἀποθανόντα ὕβριϲε, διότι κατέλιπε τῆϲ ϲχολῆϲ διάδοχον Θεόφραϲτον, αὐτοῦ δόξαν μεγάλην ἐν τοῖϲ ἀκροαταῖϲ τοῖϲ Ἀριϲτοτέλουϲ ἔχοντοϲ. γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡϲ εἶναι ἀπὸ τῆϲ ρια′ Ὀλυμπιάδοϲ, ϲύγχρονοϲ Δικαιάρχῳ τῷ Μεϲϲηνίῳ. ϲυνετάξατο δὲ μουϲικά τε καὶ φιλόϲοφα, καὶ ἱϲτορίαϲ καὶ παντὸϲ εἴδουϲ παιδείαϲ· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰϲ υνγ΄.