Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3930
Not analysed yet
393Ο Ἀριϲτοτέληϲ· Τίμαιόϲ φηϲι κατὰ Ἀριϲτοτέλουϲ εἶναι αὐτὸν εὐχερῆ, θραϲὺν, προπετῆ· ἀλλ’ οὐ ϲοφιϲτὴν ὀψιμαθῆ, μιϲητὸν ὑπάρχοντα, καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀποκεκλεικότα, καὶ πρὸϲ πᾶϲαν αὐλὴν καὶ ϲκηνὴν ἐμπεπηδηκότα. πρὸϲ δὲ γαϲτρίμαργον, ὀψαρτυτὴν, ἐπὶ ϲτόμα φερόμενον ἐν πᾶϲι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλιϲ ἄνθρωποϲ ἀγύρτηϲ καὶ προπετὴϲ ἐπὶ δικαϲτηρίου ῥιψολογῶν ἀνεκτὸϲ φανῆναι. ὅτι Ἀριϲτοτέληϲ τῆϲ φύϲεωϲ γραμματεὺϲ ἦν, τὸν κάλαμον ἀποβρέχων εἰϲ νοῦν· ὅν οὐδὲν ἴϲωϲ ἐχρῆν τῶν χρηϲίμων, εἰ καὶ τεχνικώτερόν ἐϲτι καὶ περιττότερον ἐξειργαϲμένον, παραιτεῖϲθαι. καὶ Ἀριϲτοτέλειοϲ λόγοϲ.