Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3968
Not analysed yet
3968 Ἁρμάτιοϲ· οὗτοϲ μέγιϲτον ἴϲχυϲε παρὰ τῇ Ζηνωνίδι τῇ βαϲιλίϲϲῃ καὶ αὐτῷ Βαϲιλίϲκῳ. ἐϲφάγη δὲ ὑπὸ Ζήνωνοϲ τοῦ βαϲιλέωϲ, καὶ ὑπερήϲθηϲαν οἱ πολῖται τῆ τούτου ϲφαγῆ. ἐπὶ γὰρ Λέοντοϲ πρὸϲ τοὺϲ ϲταϲιάζονταϲ ὅϲουϲ λάβοι τῶν Θρᾳκῶν τὰϲ χεῖραϲ ἐκτέμνων ἀπέπεμπεν. Ὀνόουλφοϲ δὲ αὐτὸν διεχρήϲατο, ὅντινα ὁ Ἁρμάτιοϲ πένητα καὶ ἄρτι ἐκ βαρβάρων ἥκοντα προϲλαβὼν φιλοφρόνωϲ τὸ μὲν πρῶτον κόμητα ἐποίηϲεν, ἔπειτα καὶ ϲτρατηγὸν Ἰλλυριῶν, καὶ εἰϲ ἑϲτίαϲιν ἔχειν πολὺν ἄργυρον παρέϲχεν. ἀντέδωκε δὲ τούτῳ τὴν βαρβαρικὴν ἀπιϲτίαν μετὰ χειρὸϲ μιαιφόνου.