Ancient Greek · ~4 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.4
Not analysed yet
4 Γάγγηϲ, βαϲιλεὺϲ Αἰθιόπων, ὃν ἀπέκτεινεν Ἀλέξανδροϲ, δεκάπηχυϲ τὸ μῆκοϲ, τὴν δὲ ὥραν οἷοϲ οὔπω τιϲ ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖϲ. τὸν δὲ πατέρα τὸν ἑαυτοῦ, τὴν Ἰνδικὴν ἐπικλύζοντα, αὐτὸϲ ἐϲ τὴν ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῆ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηροϲ ἄγει μὲν ὑπὲρ Ἑλένηϲ ἐϲ Τροίαν, φηϲὶ δὲ αὐτὸν ιβ μὲν πόλειϲ ἐκ θαλάττηϲ ᾑρηκέναι, πεζῇ δὲ ια΄, γυναῖκα δὲ ὑπὸ τοῦ βαϲιλέωϲ ἀφαιρεθέντα εἰϲ μῆνιν ἀπενεχθῆναι, ὅτε δὲ ἀτεράμονα καὶ ὠμὸν δόξαι· ϲκεψώμεθα τὸν Ἰνδὸν πρὸϲ ταῦτα. πόλεων μὲν τοίνυν ξ΄ οἰκιϲτὴϲ ἐγένετο, αἵπερ εἰϲὶ δοκιμώταται τῶν τῇδε· τὸ δὲ πορθεῖν πόλειϲ ὅϲτιϲ εὐκλεέϲτερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν, οὐκ ἔϲτιν. Σκύθαϲ δὲ τοὺϲ ὑπὲρ Καύκαϲον ϲτρατεύϲαντάϲ ποτε ἐπὶ τήνδε τὴν γῆν ἀπώϲατο· τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεϲθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει.