# Suidae lexicon 1.4016-4034

Suda, Suidae lexicon, 1.4016 to 1.4034. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.4016

4016 Ἄρϲενιβοᾷδοκίμῳ: τῇ θαυμαϲτῇ φωνῇ καὶ δεδοκιμαϲμέν. 4017 Ἄρϲεων: βαϲταγμάτων. φορτίων. 4018 Ἀρϲινόη. ὄνομα κύριον. 4019 Ἀρτᾷ: ἐπικρέμαται. 4020 Ἀρτάβη. μέτρον Μηδικὸν ϲίτου, Ἀττικὸϲ μέδιμνοϲ. 4021 Ἀρταϲἡραϲ: ὄνομα κύριον. 4022 Ἀρταφέρηϲ: ἡγεμὼν Περϲῶν. καὶ ζήτει ἐν τῷ ἀπεκορύφου καὶ ἐν τῷ Δάτιϲ. 4023 Ἀρτάρια: παρ’ ἡμῖν οἱ τῶν ποδῶν πῖλοι. 4024 Ἀρτεμήϲ. ὁλόκληροϲ, ϲῷοϲ, ὑγιήϲ. Ἄρτεμιϲ δὲ ἡ θεόϲ. 4025 Ἀρτεμίδωροϲ, Δαλδιανόϲ (πόλιϲ δέ ἐϲτι Λυδίαϲ ἡ Δάλδιϲ), φιλόϲοφοϲ. ἔγραψεν Ὀνειροκριτικὰ ἐν βιβλίοιϲ δ΄, Οἰωνοϲκοπικὰ καὶ Χειροϲκοπικά. 4026 Ἀρτεμίδωροϲ, ὁ Ψευδοαριϲτοφάνειοϲ, ὁ ὀψαρτυτικὰϲ λέξει. ϲυναγαγών. 4027 Ἀρτέμιοϲ, ὁ καὶ Ἀναϲτάϲιοϲ, βαϲιλεὺϲ Ῥωμαίων, αἰϲθόμενοϲ ϲτόλον Σαρακηνῶν ἔρχεϲθαι κατὰ τῆϲ πόλεωϲ, Ἰωάννην ἐφίϲτηϲιν ἡγεμόνα τοῦ πολέμου, διάκονον τῆϲ μεγάληϲ ἐκκληϲίαϲ καὶ λογιϲτὴν τῶν φόρων, ὃν Γενικὸν καλοῦϲιν· ὃϲ πρὸϲ τῆ Ῥόδῳ γενόμενοϲ καταϲταϲιαϲθεὶϲ ὑπὸ τοῦ πλήθουϲ ἀναιρεῖται. 4028 Ἄρτεμιϲ. ἡ θεόϲ. 4029 Ἄρτεμιϲ Λάαφρία. 4030 Ἀρτεμιϲία· αὕτη ἠρίϲτευϲε κατὰ Περϲῶν· δι’ ἣν εἶπεν ὁ βαϲιλεύϲ, ὡϲ οἱ ἄνδρεϲ γυναῖκεϲ γεγόναϲιν, αἱ δὲ γυναῖκεϲ ἄνδρεϲ. Harp. Ἀρτεμιϲίαι δὲ δύo γεγόναϲι, Καρικαὶ γένοϲ καὶ βαϲιλίδεϲ ἀμφότεραι. ὧν ἡ μὲν πρώτη γέγονε κατὰ Περϲίδα, ἡ δὲ νεωτέρα, ἧϲ καὶ Δημοϲθένηϲ ἐν τῆ περὶ τῆϲ Ῥοδίων ἐλευθερίαϲ μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυϲώλου. 4031 Ἀρτεμίϲιοϲ. παρὰ Μακεδόϲιν ὁ Μάιοϲ. καὶ Ἀρτεμίϲιον ἰδίωϲ μὲν Ὑπερίδηϲ πολλάκιϲ ὠνόμαϲε τὸ τῆϲ Ἀρτέμιδοϲ ἄγαλμα. λέγεται δὲ καὶ ἀκρωτήριον τῆϲ Εὐβοίαϲ, οὗ Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ μνημονεύει. 4032 Ἀρτήρ. ὑποδήματοϲ γένοϲ. Φερεκράτηϲ Γραυϲίν. 4033 Ἀρτηϲάμενοϲ. κρεμάϲαϲ. καὶ Ἀρτῆϲαι. ὁμοίωϲ· Ἀρτίϲαι δὲ τὸ τελειῶϲαι καὶ Ἀπαρτίϲαι διὰ τοῦ ι. 4034 Ἄρτι. τὸ μέροϲ τοῦ παρεληλυθότοϲ ϲυνάπτων τῷ νῦν ἐναντίωϲ ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον ϲυνάπτει τῷ νῦν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀνήρετ’ ἄρτι. ἀντὶ τοῦ ἐξ ὑπογύου· ἵνα αὐτοϲχεδιάζειν δοκῶϲι, καὶ πάντα ἐξ ὑπογύου λέγειν.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
