Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4119
Not analysed yet
4119 Ἄρχων. Ἄρχοντεϲ· οἱ ἐννέα τινέϲ· θεϲμοθέται ἕξ, ἄρχων, βαϲιλεὺϲ, πολέμαρχοϲ. καὶ πρὸ μὲν τῶν Σόλωνοϲ νόμων οὐκ ἐξῆν αὐτοῖϲ ἅμα δικάζειν, ἀλλ᾿ ὁ μὲν βαϲιλεὺϲ καθῆϲτο παρὰ τῷ καλουμένῳ Βουκολείῳ· τὸ δὲ ἦν πληϲίον τοῦ Πρυτανείου· ὁ δὲ πολέμαρχοϲ ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺϲ Ἐπωνύμουϲ, οἱ θεϲμοθέται παρὰ τὸ Θεϲμοθέϲιον. κύριοί τε ἦϲαν ὥϲτε τὰϲ δίκαϲ αὐτοτελεῖϲ ποιεῖϲθαι. ὕϲτερον δὲ Σόλωνοϲ οὐδὲν ἕτερον αὐτοῖϲ τελεῖται ἢ μόνον ὑποκρίνουϲι τοὺϲ ἀντιδίκουϲ.