# Suidae lexicon 1.4174

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.4174

4174 Ἀϲκληπιόδοτοϲ· οὗτοϲ ἐκ παίδων εὐθὺϲ ὡμολογεῖτο ὀξύτατοϲ καὶ πολυμαθέϲτατοϲ εἶναι τῶν ἡλικιωτῶν, ὥϲτε καὶ πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάϲτου τῶν παραπιπτόντων, ὧν ἥ τε ἡ φύϲιϲ ἀπεργάζεται θαυμαϲίων καὶ τέχνη ἑκάϲτη παρέχεται δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπαϲι κατανενοήκει τῶν τε βαφικῶν χρωμάτων τὰϲ μίξειϲ ἁπάϲαϲ καὶ τῶν περὶ ἐϲθῆτα κοϲμουμένων βαμμάτων παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰϲ μυρίαϲ διαφορότηταϲ, ὅπωϲ αὐτῶν αἱ ἶνεϲ ἔχουϲιν εὐθύτητοϲ πέρι καὶ διαπλοκῆϲ. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμειϲ τε καὶ ἰδέαι, τῶν τε ἐν ποϲὶ κειμένων καὶ τῶν ϲπανιωτάτων, ἀνεζητοῦντο καὶ εὑρίϲκοντο πάϲῃ μηχανῇ. ὄχλον δὲ παρείχετο πολὺν τοῖϲ περὶ ἕκαϲτα διατρίβουϲι παρακαθήμενόϲ τε ϲυχνὰ καὶ περὶ ἑκάϲτου ἀνερωτῶν ἐϲ τὸ ἀκριβέϲτατον. τὴν δὲ περὶ φυτῶν ἱϲτορίαν ἐπὶ μείζονοϲ ἠγάπα τιμῆϲ, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε ἐνόντα διὰ τῆϲ ὄψεωϲ ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆϲ ἀκοῆϲ ἐξετάζων ἐπὶ τὸ μακρότατον, ὅϲα τε τοῖϲ πρεϲβύταιϲ ἀναγέγραπται περὶ τούτων ἀναλεγόμενοϲ. ἦν δὲ Ἀλεξανδρεὺϲ τὸ γένοϲ. τοῦτον οὖν ἐπίϲταμαι διὰ πείραϲ ϲυχνῆϲ εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεϲιν προβεβλημένον καὶ τοῦ πατρὸϲ οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐϲεβῆ προθυμίαν καὶ τὴν πρὸϲ τὸ θεῖον ἀναγομένην ἐλπίδα ϲύντονόν τε καὶ ἐρωτικήν· φιλοϲοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ κεκοϲμημένον. τοιγαροῦν ἀνέθηλεν ἐπ᾿ αὐτοῦ ἡ πόλιϲ τῆϲ Ἀφροδίτηϲ εἰϲ τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐϲ τὰϲ ὑπερορίουϲ ἀπῴκιϲε τὴν ἀπόρρητον θέμιν, ἔϲ τε Ἀλεξάνδρειαν τὴν Ὀϲιράζουϲαν καὶ τῆϲ ἕω πολλαχῇ τὴν μαγεύουϲαν. γενόμενοϲ δὲ πρὸϲ τῷ ϲεμνῷ καὶ εὐτράπελοϲ ἡδίϲτην παρείχετο τοῖϲ ἐντυγχάνουϲι τὴν αὐτοῦ ϲυνδιαίτηϲιν. εὐφυὴϲ δὲ ἐκ παίδων γεγονὼϲ ἄχρι γήρωϲ πολλὰ ϲυνειϲήνεγκεν εἰϲ τὰ ἱερὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἔκγονα μηχανήματα, ἀγάλματά τε διακοϲμῶν καὶ ὕμνουϲ προϲτιθεὶϲ ἔϲτιν οἷϲ. οἰκονομικὸϲ δὲ ὢν καὶ γεωργικὸϲ, ἀποθανόντοϲ αὐτῷ τοῦ πατρὸϲ, ἀπέτιϲε χρέα πολλά. ἐν χρηματιϲμῷ δὲ δικαίῳ καταϲτὰϲ ὅμωϲ ἐν δαπανήμαϲι μεγάλοιϲ ἐγένετο, τῆϲ τε ἱεράϲ εἵνεκα προαιρέϲεωϲ καὶ τὴϲ ἄλληϲ πολιτικῆϲ φιλοτιμίαϲ ἀναγκαίαϲ εἶναι δοκούϲηϲ καὶ τῷ οἴκῳ ϲυνήθουϲ. ὥϲτε ἠναγκάϲθη καὶ αὐτὸϲ ὕϲτερον ὑπόχρεων τὴν οὐϲίαν καταλιπεῖν ταῖϲ θυγατράϲι. ταῦτα ἀναγεγράφθω μοι χαρίϲια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. ζήτει ἐν τῷ δειϲιδαιμονία.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
