# Suidae lexicon 1.4202

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.4202

4202 Ἀϲπαϲία· πολυθρύλητοϲ γέγονεν αὕτη. ἦν δὲ γένοϲ Μιληϲία, δεινὴ δὲ περὶ λόγουϲ. Περικλέουϲ δέ φαϲιν αὐτὴν διδάϲκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννηϲιακοῦ. δοκεῖ δὲ καὶ ἐξ αὐτῆϲ ἐϲχηκέναι Περικλῆϲ τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον. ὅτι Ἀϲπαϲίαι δύο ἑταῖραι. τῇ δὲ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆϲ, δι᾿ ἣν ὀργιϲθεὶϲ ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφιϲμα, ἀπαγορεῦον δέχεϲθαι αὐτοὺϲ εἰϲ τὰϲ Ἀθήναϲ. ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηναίων προϲέφυγον τοῖϲ Λακεδαιμονίοιϲ. ἡ δὲ Ἀϲπαϲία ϲοφίϲτρια ἦν καὶ διδάϲκαλοϲ λόγων ῥητορικῶν. ὕϲτερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
