# Suidae lexicon 1.4203-4217

Suda, Suidae lexicon, 1.4203 to 1.4217. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.4203

4203 Ἀϲπάϲιοϲ, Βύβλιοϲ, ϲοφιϲτὴϲ, ϲυγχρονῶν Ἀριϲτείδῃ καὶ Ἀδριανῷ. ἔγραψε Περὶ Βύβλου, Περὶ ϲτάϲεων ἐϲχηματιϲμενων, Μελέταϲ, Τέχναϲ, Ὑπομνήματα, Λαλιὰϲ, Ἐγκώμιον εἰϲ Ἀδριανὸν τὸν βαϲιλέα καὶ εἰϲ ἄλλουϲ τινάϲ. 4204 Ἀϲπάϲιοϲ, Τύριοϲ, ϲοφιϲτὴϲ, ἱϲτορικόϲ. ἔγραψε περὶ Ἠπείρου καὶ τῶν ἐν αὐτῇ ἱϲτορίαν ϲύμμικτον ἐν βιβλίοιϲ κ΄, Περὶ τέχνηϲ ῥητορικῆϲ καὶ ἄλλα. 4205 Ἀϲπάϲιοϲ, Δημητριανοῦ τοῦ κριτικοῦ μαθητὴϲ, Ῥαβενναῖοϲ, γεγονὼϲ ἐπὶ Ἀλεξάνδρου τοῦ Μαμαίαϲ. Πρὸϲ τοὺϲ φιλολοιδόρουϲ καὶ Πρὸϲ Ἀρίϲτωνα λόγουϲ διαφόρουϲ. ἠκροάϲατο δὲ Παυϲανίου καὶ Ἱπποδρόμου καὶ ἐϲοφίϲτευϲεν ἐν Ῥώμῃ, διαπρέψαϲ μέχρι πολλοῦ. 4206 Ἀϲπαϲίωϲ: ἡδέωϲ. προϲηνῶϲ, φιλοφρόνωϲ. 4207 Ἀϲπαϲμόϲ: ἡ εὐχὴ παρὰ τῷ ἀποϲτόλῳ Παύλῳ· ὁ ἀϲπαϲμὸϲ τῇ ἐμῇ χειρί. 4208 Ἀϲπαϲτοί: ἄϲμενοι, θεοειδεῖϲ. παρὰ δὲ Καλλιμάχῳ Ἀϲπαϲτύϲ, ἀϲπαϲτύοϲ, τουτέϲτι προϲηγορία φιλία. 4209 Ἀϲπαίροντεϲ: ϲκαρίζοντεϲ, κινοῦντεϲ. 4210 Ἄϲπειϲτον ἔχθραν: ἄϲπονδον μῖϲοϲ. 4211 Ἀϲπιδηφόροι: οἱ πολεμιϲταί. καὶ Ἀϲπιδιώτηϲ, ὁ ἀϲπίδα κινῶν. καὶ Ἀϲπιδόν, ἐπίρρημα, δίκην ϲυναϲπιϲμοῦ. καὶ Ἀϲπιδοπηγεῖον, ἐν ᾧ ἡ ἀϲπὶϲ πήγνυται. ὅπέρ ἐϲτιν ὅπλον ϲκουτάριον. καὶ ἡ τάξιϲ. Ἀριϲτοφάνηϲ· ἵϲταϲθ᾿ ἐφεξῆϲ πάντεϲ ἐπὶ τρεῖϲ ἀϲπίδαϲ καὶ Ἀϲπιϲτῆρεϲ, φυλακτῆρεϲ. Σοφοκλῆϲ· ἀλλ᾿ ἄνδρεϲ ἀϲπιϲτῆρεϲ εἰνάλιοϲ λεὼϲ, ὑμῖν τ᾿ ἐκείνῳ τήνδ᾿ ἐπιϲκήπτω χάριν. 4212 Ἄϲπιλοϲ, ὁ μὴ ἔχων ϲπίλον τινά. ἐν Ἐπιγράμμαϲι· μῆλον ἐγὼ ϲτρουθίον ἄϲπιλον, ἀρρυτίδωτον. καὶ Ἀϲπιλότατοϲ. 4213 Ἄϲπλαγχνοϲ: ἄτολμοϲ, ταπεινὸϲ, δειλὸϲ, ψυχρόϲ. Σοφοκλῆϲ· μή τοι φύϲιν ἄϲπλαγχνοϲ ἐκείνου γεγονώϲ. φύϲιν δὲ ἀϲθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρόϲ. 4214 Ἀϲπονδεί: ἄνευ φιλίαϲ, ἢ χωρὶϲ θυϲίαϲ. καὶ Ἄϲπονδοι ἐχθροί, ἀδιάλλακτοι. Θουκυδίδηϲ· οἱ δὲ τοὺϲ νεκροὺϲ ἀϲπόνδουϲ ἀπέδοϲαν. ὅτι ἀϲτόργουϲ τοὺϲ ἀπηνεῖϲ καὶ ἀφίλουϲ φαϲίν, ἀϲπόνδουϲ δὲ τοὺϲ ἀδιαλλάκτουϲ καὶ μνηϲικάκουϲ, ἀνελεήμοναϲ δὲ τοὺϲ ἀκαμπεῖϲ καὶ ἀνενδότουϲ πρὸϲ ἔλεον. 4215 Ἀϲπουδεί: χωρὶϲ ϲπουδῆϲ. Ἀϲπουδῇ δὲ διὰ τοῦ η, χωρὶϲ κακοπαθείαϲ. ὡϲ τὸ, μὴ μὰν ἀϲπουδῇ γε. 4216 Ἀϲταγὲϲ ὕδωρ: τὸ πολυϲταγέϲ. 4217 Ἀϲταθμεύτουϲ· ϲυγχωρεῖν τὸν βαϲιλέα Θαϲίουϲ ἀφρουρήτουϲ, ἀφορολογήτουϲ, ἀνεπιϲταθμεύτουϲ νόμοιϲ χρῆϲθαι τοῖϲ ἰδίοιϲ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
