Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4307
Not analysed yet
4307 Ἀτταγᾶϲ: εἶδοϲ ὀρνέου, ὃ τὰ λιμνιώδη καὶ λεῖα χωρία καταβόϲκεται. διὸ καὶ Μαραθῶνά φηϲιν αὐτὸν ἔχειν Ἀριϲτοφάνηϲ. ἐκεῖ γὰρ πολὺ τὸ ὄρνεον. καὶ ὁ ἀτταγᾶϲ ἴτω, ὁ ἔχων τὸν λειμῶνα τοῦ Μαραθῶνοϲ. ἔϲτι δὲ ὁ ἀτταγᾶϲ κατάϲτικτοϲ ποικίλοιϲ πτεροῖϲ. λέγεται δὲ ἐπὶ δούλων κατεϲτιγμένων, ἐπειδὴ καὶ τὸ ὄρνεον κατάϲτικτον. τὸν πηλὸν ὥϲπερ ἀτταγᾶϲ τυρβάϲειϲ βαδίζων. τοῦτον τὸν ἀτταγᾶν ϲυνήθεια ταγηνάριον καλεῖ.