Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4350
Not analysed yet
4350 Ἄτη: ἡ βλάβη. Ὅμηροϲ· αὐτίκα δ᾿ εἷλ᾿ Ἄτην κεφαλῆϲ λιπαροπλοκάμοιο. ἀπὸ τῆϲ ἑαυτοῦ κεφαλῆϲ εἷλε τὴν Ἄτην· ἣ κατ᾿ ἀνδρῶν κράατα βαίνει. Ἄτη δὲ ὁ διάβολοϲ, ὁ ἀντικείμενοϲ. Σοφοκλῆϲ· ἀλλ᾿ οὖν εὐνοίᾳ γ᾿ αὐδῶ, μήτηρ ὡϲ ἥτιϲ πικτὴ, μὴ τίκτειν ἄτην ἄταιϲ. καὶ αὖθιϲ Σοφοκλῆϲ· ἐγὼ μὲν οὐδέν᾿ οἶδ᾿, ἐποικτείρω δέ νιν δύϲτηνον ἔμπηϲ, καίπερ ὄντα δυϲμενῆ, ὁθούνεκ᾿ ἄτῃ ϲυγκατέζευκται κακῇ.