Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4378
Not analysed yet
4378 Ἄτρακτον: βέλοϲ μεταφορικῶϲ. Σοφοκλῆϲ· πρὸϲ δὲ τού Στοιϲ, ὅ μοι βάλοι νευροϲπαδὴϲ ἄτρακτοϲ, αὐτὸϲ ἂν τάλαϲ εἰλυόμην δύϲτηνοϲ ἐξέλκων πόδα. καὶ Προκόπιοϲ· τινὸϲ τῶν ἐν ταῖϲ ἐπάλξεϲιν ἀμυνομένων εὐϲτοχώτατα ἀφιέντοϲ τὸν ἄτρακτον ἀνήρηται βλαβείϲ. καὶ Μένανδροϲ· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου, καὶ μάλα εὐϲτοχώτατα τὸ κέραϲ ἐκτείναϲ ἀφίηϲι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. καὶ ἐν Ἐπιγράμμαϲι· θερμὸν δ᾿ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον. Ἄτρακτοϲ καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον, δολιχᾶϲ οὐκ ἄτερ ἀλακάταϲ. καὶ αὖθιϲ· καὶ δακτυλότριπτον ἄτρακτον, ϲπονδυλοδινήτῳ νήματι νηχόμενον. καὶ αὖθιϲ· τόν τε καρηβαρέοντα, πολυροίβητον ἄτρακτον, κλωϲτῆρα ϲτρεπτάϲ εὔδρομον ἁρπεδόναϲ.