Ancient Greek · ~7 min
1.4414 to 1.4425
Suda, Suidae lexicon 1.4414-4425
Not analysed yet
4414 Αὔδα: λέγε. καὶ Αὐδήϲαϲ, βοήϲαϲ, φωνήϲαϲ. 4415 Αὐδή: ἡ φωνή. καὶ Αὐδήεϲϲα, ὀνομαϲτὴ, ἔνδοξοϲ. ἢ αὐδωμένη, εἰϲ ὁμιλίαν καὶ φωνὴν ἀνθρώπων ἀφικνουμένη. καὶ Αὐδήειϲ, φωνητικόϲ. 4416 Αὐδηναῖοϲ: ὄνομα μηνὸϲ παρὰ Μακεδόϲιν. ὁ Ἰαννουάριοϲ. 4417 Αὐδώδ, κριτὴϲ τοῦ Ἰϲραὴλ, ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ ἀροτρόποδι τῶν βοῶν ἐπάταξεν ἄνδραϲ χ΄. 4418 Αὐαίνεται: ξηραίνεται. αὖοι γὰρ οἱ ξηροί. καὶ Αὑαϲμόϲ, ξηραϲία. ἡ πρώτη δαϲύνεται. Ἀριϲτοφάνηϲ· ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται. καὶ ἑτέρωθι· ὥϲτ᾿ ἔγωγ᾿ ηὐαινόμην θεώμενοϲ. καὶ Αὐαίνοιτο, ξηραίνοιτο, ἀφανιζέϲθω. ἐν Ἐπιγράμμαϲι· ὁ φθόνοϲ αὐαίνοιτο, τεὸν δ᾿ ἔτι κῦδοϲ ἀέξοι. καὶ Αὐαίνου λίθοϲ, ἀπὸ τοῦ αὔουϲ τοὺϲ νεκροὺϲ εἶναι. Αὐαίνου λίθοϲ ἦν Ἀθήνηϲιν. 4419 Αὖ ἐρύϲαι: εἰϲ τοὐπίϲω ἑλκύϲαι. ἐν Ἐπιγράμμαϲι· ἀπρὶξ δραξαμένη βόϲτρυχον αὖ ἐρύϲαι. 4420 Αὔειϲ: φωνεῖϲ, λαλεῖϲ. Ζήνων γὰρ ὁ Κιτιεὺϲ ἐκ τῆϲ ϲχολῆϲ ἀπιὼν προϲέπταιϲε καὶ τὸν δάκτυλον περιέρρηξε. παίϲαϲ δὲ τὴν γῆν τῇ χειρί φηϲι τὸ ἐκ τῆϲ Νιόβηϲ· ἔρχομαι, τί μ᾿ αὔειϲ; καὶ παραχρῆμα ἐτελεύτηϲεν ἀποπνίξαϲ ἑαυτὸν, βιούϲ δὲ ἔτη ς΄ ἄνοϲοϲ· οἱ δὲ δυοῖν δέοντα ξ΄ ζῆϲαι αὐτὸν ἔτη φαϲίν. 4421 Αὐήναϲ: ξηράναϲ. αὐήναϲ δ᾿ ἀνέθηκε φιλακρήτῳ Διονύϲῳ. τὸν τὰ Διονύϲου δῶρα λεϊζόμενον. περὶ ἐχίνου φηϲίν. ἐκ τοῦ αὐαίνω ῥήματοϲ. εἰ γὰρ μόνοϲ νῦν λιβάδα πᾶϲαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ὅταν γήμαϲ ὅμοιον αὑτῷ παιδίον τι γεννήϲῃ. 4422 Αὐθάδεια, καὶ Αὐθαδία διὰ τοῦ ι. καὶ Αὐθάδηϲ, αὐτάρεϲκοϲ, θυμώδηϲ, θραϲὺϲ, ὑπερόπτηϲ. καὶ κλίνεται αὐθάδουϲ· ὡϲ ὀξώδηϲ, ὀξώδουϲ. καὶ ἡ κλητικὴ αὐθάδεϲ. παράλογον δὲ τὸ αὔθαδεϲ 4423 Αὔθαιμοι: οἱ ἀδελφοί. ἐν Ἐπιγράμμαϲι· Πανὶ τάδ᾿ αὔθαιμοι τριϲϲοὶ θέϲαν ἄρμενα τέχνηϲ. 4424 Αὐθαίρετοϲ: αὐτεπάγγελτοϲ. 4425 Αὐθέκαϲτα: αὐτὰ τὰ γενόμενα, οἷον ἀκρίτωϲ, καὶ ϲυντόμωϲ, καὶ ἀποτόμωϲ. ἢ τὰ ἁπλᾶ καὶ ἀληθῆ αὐτοακριβῶϲ. καὶ Αὐθέκαϲτοϲ. ἀκριβὴϲ, καὶ αὐϲτηρὸϲ τῷ λόγῳ, καὶ ἀπαρέγκλητοϲ τῷ τρόπῳ, ἀπαρακάλυπτοϲ. οἱ τοίνυν ἀπεχθανόμενοι πρὸϲ αὐτὸν διὰ τὸ αὐθέκαϲτον τῶν νόμων καὶ ἄμικτον λαμβάνονταί τε καὶ ἐπ᾿ αὐτοφώρῳ ἁλόντα παρανομοῦντα ἐδείκνυϲαν.