# Suidae lexicon 1.4426

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.4426

4426 Αὐθέντηϲ: ὁ αὐτόχειρ, ἢ ὁ αὑτὸν ἀναιρῶν. διὸ παῤ Ἰϲοκράτει αὐθέντηϲ. Λυϲίαϲ ἰδίωϲ αὐτὸ ἔταξεν ἐπὶ τῶν λ΄ καίτοι δι᾿ ἑτέρων εἰργάζοντο τοὺϲ φόνουϲ. ὁ γὰρ αὐθέντηϲ ἀεὶ τὸν αὐτόχειρα ϲημαίνει. καὶ Αὐθεντήϲαντα, κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήϲαντα τοὺϲ ὑπὸ ζώνην ϲυνέχειν. ὅτι Μιθριδάτηϲ διετάξατο τοὺϲ Ῥωμαίουϲ ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰϲ τὰϲ πόλειϲ, τὸ βαϲιλικὸν ϲφράγιϲμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξαϲ ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπωϲ μὴ προμαθόντεϲ τινὲϲ φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖϲ ἐκέλευϲε πάνθ᾿ ὅντινα Ῥωμαῖον εὕρωϲι· καὶ ἆθλα οὐ μόνον τοῖϲ αὐτοένταιϲ ϲφῶν ἐϲομένοιϲ, ἀλλὰ καὶ τοῖϲ δήμοιϲ, παῤ οἷϲ ἂν ἀποθάνωϲι, πρὸϲ τὸ πλῆθοϲ τῶν τελευτηϲάντων ἔθηκε· τιμωρίαν τε τοῖϲ φειϲομένοιϲ τινὸϲ αὐτῶν μεγάλην ὥριϲε. παράγεται δὲ αὐθέντηϲ οὕτωϲ. ἔϲτι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνοϲ. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέϲει τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντηϲ καὶ μετὰ τῆϲ αὐτὸ ἀντωνυμίαϲ αὐτοέντηϲ. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δαϲέα δαϲέων, τροπῇ τοῦ τ εἰϲ θ, αὐθέντηϲ, ὁ αὐτόχειρ. ἐπεκράτηϲε δὲ ἡ ϲυνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεϲπότηϲ· ὅπερ ἐϲτὶν ἀκυρολεξία. 4427 Αὐθημερόν: ἐν αὐτῇ τῇ ἡμέρᾳ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
