Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4599
Not analysed yet
4599 Ἀφεὶϲ καὶ Ἀπαλλάξαϲ: τὸ μὲν ἀφείϲ ἐϲτιν, ὅταν ἀπολύϲῃ τιϲ τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξαϲ, ὅταν πείϲῃ τὸν ἐγκαλοῦντα ἀποϲτῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτωϲ Δημοϲθένηϲ καὶ Ἰϲαῖοϲ. ἔϲτι δὲ καὶ οὕτωϲ εἰπεῖν, ὡϲ ἀφίηϲί τιϲ μόνων ἐκείνων, ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸϲ τὸν ἐγκαλούμενον. ἔϲτι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοϲθένει. καὶ παροιμία· ἀφεὶϲ τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ ϲπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ᾿ εἰϲὶ ναυτικαὶ ϲχοῖνοι, αἷϲ μετάγεται τὸ κέραϲ. καὶ Ἀφεῖϲθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖϲ ἑορταῖϲ ἀργούντων καὶ πρὸϲ παιδιὰν ἀφειμένων· μάλιϲτα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆϲαι.