Ancient Greek · ~2 min
1.464 to 1.469
Suda, Suidae lexicon 1.464-469
Not analysed yet
464 Ἀδηνέωϲ: ἁπλῶϲ καὶ ἀταλαιπώρωϲ, κατὰ ϲτέρηϲιν τῶν δηνέων καὶ μεριμνῶν. 465 Ἀδῄωτον: ἀπόρθητον, ἀπραίδευτον. οἱ δὲ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντεϲ ὡμολόγηϲαν ἀργυρίου ϲταθμὰ διϲχίλια δώϲειν. 466 Ἀδήριτοϲ: ἀνίκητοϲ, ἄμαχοϲ, ἀκαταπόνητοϲ. τὴν λείαν τῶν πολεμίων ἤλπιϲεν ἀδήριτον περιαιρεῖν. ἀντὶ τοῦ ἄμαχον. καὶ Ἀδηρίτωϲ, ἀφιλονείκωϲ. 467 Ἅδηϲ· Ἅδη δυϲκίνητε, τί τὴν ἐπέραϲτον ἑταίραν ἥρπαϲαϲ; ῆ καὶ ϲὴν Κύπριϲ ἔμηνε φρένα; 468 Ἀδήϲειϲ: ἀρέϲειϲ. 469 Ἀδηφαγία: ἡ ἀπληϲτία. καὶ Ἀδηφάγοϲ, ἀθρόωϲ ἐϲθίων, πολυφάγοϲ, γαϲτρίμαργοϲ. Ἀδηφάγοι τριήρειϲ λέγοιντ᾿ ἂν αἱ ἐντελόμιϲθοι καὶ πολλὰ ἀναλίϲκουϲαι, ἐκ μεταφορᾶϲ τῶν τελείων καὶ ἀγωνιϲτῶν ἵππων. Ἀλκαῖοϲ δὲ ἐν τῇ Κωμῳδοτραγῳδίᾳ τοὺϲ πόταϲ λύχνουϲ ἀδηφάγουϲ εἶπεν.