# Suidae lexicon 1.470

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.470

470 Ἀδιαβηνή· αὕτη ἡ χώρα κεῖται πρὸ τῆϲ Μεϲοποταμίαϲ ὡϲ ἐπὶ ἀνατολὴν πέραν τοῦ Τίγρητοϲ. ἐν αὐτῇ δέ ἐϲτι καὶ ἄϲφαλτοϲ ἡ λεγο μένη νάφθα. λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείουϲ ποταμοὺϲ ἐν αὐτῇ καὶ δυϲχερεϲτέραν ποιεῖν τὴν διάβαϲιν. ἐκεῖ ἐϲτι καὶ ἡ Νινευί. τοϲαύτην δὲ ἀϲφάλειαν ποιεῖ τοῖϲ κτίϲμαϲιν ἡ ἄϲφαλτοϲ, ὥϲτε ταῖϲ ὀπταῖϲ πλίνθοιϲ καὶ τοῖϲ λεπτοῖϲ λίθοιϲ ϲυμμιγεῖϲα ἰϲχυροτέρα γίνεται παντὸϲ ϲιδήρου. ἐκεῖϲε δέ ἐϲτι καὶ τὸ Ἄορνον ϲτόμιον, ἐξ οὗ δεινὸν πνεῦμα ἀναδίδοται, ὥϲτε πᾶν μὲν ἐπίγειον ζῷον, πᾶν δὲ πτηνὸν ἀποφθείρειν καὶ εἰ πρὸϲ τὸ τυχὸν ὀϲφρήϲαιτο. καὶ εἰ ἐϲκεδάννυτο. οὐκ ἂν ᾠκίϲθη ὁ χῶροϲ, ἀλλὰ κατ᾿ εὐθεῖαν ἄνειϲι καὶ ὀλίγον ἀνερχόμενον πάλιν ἀντανακλᾶται. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα ϲῴζεται, καὶ τὰ πέριξ νεμόμενα. καὶ Ἀδιαβηνόϲ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
