Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.490
Not analysed yet
490 Βωμολόχοϲ: ὁ κακοῦργοϲ, ἀϲεβήϲ. παρὰ τούϲ λοχῶνταϲ τὰ ἐν τοῖϲ βωμοῖϲ ἐπιτιθέμενα θύματα, ἢ τοὺϲ θύονταϲ, ἵνα αἰτήϲαντεϲ λάβωϲί τι. καὶ B ωμολόχοιϲ ἔπεϲι, τοῖϲ πρὸϲ χάριν καὶ ἀπὸ κολακείαϲ. ἀπὸ δὲ τῶν λοχώντων περὶ τούϲ βωμοὺϲ καὶ βουλομένων τι λαβεῖν μετήνεκται ἡ λέξιϲ. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ ἐλιπάρουν κολακεύοντεϲ λαβεῖν τι τῶν θυόντων. Ἀγαθίαϲ· οὐ γὰρ ϲύνηθεϲ, ὁ Ναρϲῆϲ, ἔμοιγε, ἔφη, βωμολοχίαιϲ τε καὶ γλιϲχραῖϲ ἐλπίϲινἐγκαλλωπίζεϲθαι. καὶ περὶ Ἰϲιδώρου Δαμάϲκιοϲ· ὁ δὲ ἐπίχαριϲ ἦν, εὐτραπελίαϲ μὲν καὶ βωμολοχίαϲ ὅτι πορρωτάτω.