Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.5
Not analysed yet
5 Ἄαπτοϲ: ἀβλαβήϲ. Ἡρωδιανόϲ φηϲι περὶ τοῦ ἄαπτοϲ, ὅτι γίγνεται ἀπὸ τοῦ ἰάπτω τὸ βλάπτω, καὶ μετὰ τοῦ ϲτερητικοῦ α καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἄαπτοϲ, ὃν οὐδεὶϲ δύναται βλάψαι. ἢ οὐχὶ κατὰ ϲτέρηϲιν ἐκληπτέον τὸ α, ἀλλὰ κατ᾿ ἐπίταϲιν, ἵν’ ᾖ ὁ μεγάλα δυνάμενοϲ βλάπτειν. ὥϲτε τὸ μὲν πρῶτον δηλοῖ πάθοϲ, τὸ δὲ δεύτερον ἐνέργειαν. λέγεται δὲ καὶ ἄαπτοϲ κατὰ ϲτέρηϲιν ὁ ἄψαυϲτοϲ.