Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.653
Not analysed yet
653 Ἀήθεϲϲον: ἀήθειϲ ἦϲαν. καὶ Ἀηθέϲϲουϲιν, ἀϲυνήθειϲ εἰϲίν. Ἀηθέϲϲω ὁ ἐνεϲτὼϲ, ἀηδίζομαι, ἀΐω, ἄω, οὐ τρέπουϲι τὸ α εἰϲ η κατὰ τὸν παρατατικόν. καὶ τὸ μὲν ἀήθεϲϲον καὶ ἀηδιζόμην, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ η. τὸ δὲ ἄω, τὸ πνέω, καὶ ἀΐω, τὸ ἀκούω, ἵνα μὴ ϲυνεμπέϲωϲιν ἑτέρῳ ϲημαινομένῳ. τὸ γὰρ ἀΐω ϲυνέπεται τῷ ἤϊε, τῷ ἐπορεύετο· τὸ δὲ ἄω, τῷ ἦε, τῷ ὑπῆρχεν.