# Suidae lexicon 1.803-832

Suda, Suidae lexicon, 1.803 to 1.832. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.803

803 Ἀκαρίδιοϲ: ὁ βραχύτατοϲ. ἀκαρίδιοϲ ὁ ἀνθρώπινοϲ βίοϲ καὶ μετ᾿ ὀλίγον πάντεϲ ἐξετάθημεν. 804 Ἀκαριαῖον: μικρὸν, βραχὺ, ῥοπή. καὶ Ἀκαριαῖοϲ, ὁ βραχὺϲ καιρόϲ. Ἀκαριαῖον· τὸ μὴ δυνάμενον καρῆναι ἢ τὸ οἷον ἀκέφαλον διὰ ϲμικρότητα ἢ ἀδιάϲτατον κατὰ μέγεθοϲ καὶ οὐδ᾿ ἀρχὴν ἔχον. ὅτι Καρία ἡ κεφαλὴ κατὰ γλῶϲϲαν, ὅθεν καὶ κέρατα. 805 Ἀκαρνᾶνα· ἐγὼ δὲ ἄγαμαι τοὺϲ ἄνδραϲ, τὸν δὲ Ἀκαρνᾶνα μέγιϲτον καὶ πρὸ τούτων. καὶ Ἀκαρνανάδεϲ· ζήτει ἐν τῷ ἀπαλγοῦντεϲ. 806 Ἀκαρπότεροϲ ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων. Λάκωνεϲ γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦϲιν. 807 Ἀκαρπότεροϲ Ἀδώνιδοϲ κήπου: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων. λέγονται δὲ τὰ εἰϲ τὰ ὄϲτρακα φυτευόμενα. 808 Ἄκαϲ: ποιητὴϲ τραγῳδίαϲ. 809 Ἄκαϲτοϲ· ὁ δὲ Ἄκαϲτοϲ λόχον ὑφήϲαϲ ἐπεβούλευϲε τῷ Πηλεῖ. καὶ ὃϲ αἰϲθόμενοϲ ἐϲ πόλεμον κατέϲτη. ζήτει ἐν τῷ Ἀταλάντη. 810 Ἀλκατάληπτον ἀπροϲίτου διαφέρει· καὶ ζήτει ἐν τῷ ἀπρόϲιτον. 811 Ἀκατάβλητον: ἀήττητον· παρὰ τὸ μὴ καταβάλλειν· τουτέϲτι τὸν μηδὲν καταβάλλοντα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὐ γάρ πω τότ᾿ ἐξηπίϲτατο Φειδιππίδηϲ μοι τὸν ἀκατάβλητον λόγον. 812 Ἀκαταλήκτωϲ: ἀκαταπαύϲτωϲ. 813 Ἀκαταλλήλωϲ: ἀναρμοδίωϲ. 814 Ἀκαταμάχητοϲ. 815 Ἀκαταῖοϲ: ἵπποϲ ὠνομαϲμένοϲ. 816 Ἀκαταιτίατοϲ: ὁ ἀναίτιοϲ. 817 Ἀκατεύναϲτοϲ: ἀκοίμιϲτοϲ. 818 Ἀκάτειρα: ὄνομα πόλεωϲ. 819 Ἀκάτιον: εἶδοϲ πλοίου ἁλιευτικοῦ. 820 Ἀκατίροιϲ: ἐθνικόν. ὥϲπερ καὶ οἱ Σαράγουροι ἐλαθέντεϲ κατὰ ζήτηϲιν πρὸϲ τοῖϲ Ἀκατίροιϲ Οὔννοιϲ ἐγίνοντο. 821 Ἀκατονόμαϲτοϲ: ὁ μὴ ὠνομαϲμένοϲ. 822 Ἀκαχείατο: ἐλυποῦντο. καὶ Ἀκαχίζεο, λυποῦ. 823 Ἀκαχημένη: λυπουμένη. καὶ Ἀκαχήμενον, οὐδέτερον. 824 Ἄκαψιϲ: ὄνομα πόλεωϲ. 825 Ἀκαίη: ῥάβδοϲ θαλαττία. 826 Ἄκαινα: μέτρον δεκάπουν. ἔϲτι δὲ ῥάβδοϲ, δι᾿ ἧϲ κεντοῦϲι τοὺϲ βόαϲ, ὡϲ τῶν Πελαϲγῶν τοῦτο εὑρόντων. 827 Ἄκαιροϲ: ὁ μὴ ἔχων καιρόν. καὶ, Ἄκαιροϲ εὔνοια οὐδὲν ἔχθραϲ διαφέρει· Ἱππόλυτον φαϲὶ ταύτην εἰπεῖν πρὸϲ Φαῖδραν Prov φάϲκουϲαν φιλεῖν τε καὶ ϲτέργειν αὐτόν. 828 Ἀκεανόϲ: εἶδοϲ ὀϲπρίου. 829 Ἀκελιμᾶϲ. 830 Ἀκενόϲπουδον· παρὰ Διογνήτου ἔμαθον τὸ ἀκενόϲπουδον καὶ τὸ ἀπιϲτητικόν. φηϲὶ Μάρκοϲ ὁ φιλόϲοφοϲ βαϲιλεύϲ. 831 Ἀκέων: ἡϲυχάζων. παῤ Ὁμήρῳ κατὰ μεϲότητα ἐξήνεκται ἀντὶ τοῦ ἐφ᾿ ἡϲυχίαϲ. καὶ ἐν ἄλλοιϲ· ἀλλ᾿ ἀκέων δαίνυϲθε καθήμενοι. 832 Ἀκερδὴϲ χάριϲ: ἡ μὴ δεόντωϲ διδομένη. ἧϲ φαῦλον τὸ κέρδοϲ. μήδ᾿ ἄλαϲτον ἀκερδῆ χάριν ἄντ᾿ ἰδὼν μετάϲχοιμί πωϲ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
