# Suidae lexicon 1.956-970

Suda, Suidae lexicon, 1.956 to 1.970. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.956

956 Ἀκραϲίαϲ: ἀνωμαλίαϲ, παρὰ τὸ μὴ ϲυγκεκρᾶϲθαι. Ἰώϲηποϲ· οἱ δὲ Ῥωμαῖοι διὰ χειρῶν ἀκραϲίαν ἁλίϲκονται. ἀκραϲία καὶ ἀκολαϲία διαφέρει. ἡ μὲν γὰρ κατὰ προαίρεϲιν πράττει τὰ αἰϲχρὰ, ἡ ἀκολαϲία· ἡ δὲ παρὰ προαίρεϲιν. λέγεται δὲ καὶ Ἀκράϲιοϲ. οὕτω τε ἐϲ πᾶϲαν ἀκράϲιον ἐκπεπτωκυῖα τρίβον. 957 Ἄκραϲ νυκτόϲ: περὶ πρῶτον ὕπνον. κεῖνοϲ γὰρ ἄκραϲ νυκτὸϲ, ἡνίχ᾿ ἕϲπεροι λαμπτῆρεϲ οὐκέτ᾿ ᾖθον. ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἑϲπέριοι, ἢ ὅτε ἐϲβέϲθηϲαν οἱ λύχνοι. καιρὸϲ γὰρ ἐπιβουλῆϲ καὶ ἐπιθέϲεωϲ τότε. 958 Ἀκράτεια. 959 Ἀκρατιεῖϲθε· Ἀριϲτοφάνηϲ Πλούτῳ· τράγοι δ᾿ ἀκρατιεῖϲθε. τουτέϲτιν ἀπεψωλημένοι ἀκρατιεῖϲθε· ἀντὶ τοῦ ὡϲ τράγοι ἀκρατῆ πράξετε, ἐπεὶ μετὰ τὴν ϲυνουϲίαν οἱ τράγοι λείχουϲι τὸ αἰδοῖον. τὸ ἄκρον λείξετε ὡϲ τράγοι. 960 Ἀκρατίζω: τὸ ἄκρατον πίνω. καὶ Ἀκρατιϲαμένη, ἀκράτου ϲπάϲαϲα. ἡ δὲ Θεοδώρα ἀκρατιϲαμένη ἡϲυχίαν ἦγεν. ὅτι δεῖπνον, τὸ πρωϊνὸν ἄριϲτον, ἀκρατιϲμὸϲ λέγεται. ζήτει ἐν τῷ δεῖπνον. 961 Ἀκράτιϲτα: ἔμβρωμα. 962 Ἀκρατοπότηϲ: ὁ μέθυϲοϲ, ὁ τὸν ἄκρατον οἶνον ἀπλήϲτωϲ πίνων. 963 Ἄκρατον: διειδῆ, ἀκραιφνῆ. διαρρεῖ δὲ λόγοϲ ἐκ Μακεδόνων, ὃϲ λέγει, ἀετὸν ἐπιφοιτῶντα καὶ τὰϲ πτέρυγαϲ ὑποτείνοντα ἀποϲτέγειν αὐτοῦ καὶ τὴν ἄκρατον ἀκτῖνα ἑαυτὸν ἀπαιωροῦντα καὶ ὅτε ὕοι, τὸν πολὺν ὑετόν. 964 Ἄκρατοϲ· Ξενοφῶν· πάνυ δὲ ἦν ὁ οἶνοϲ ἄκρατοϲ, εἰ μή τιϲ ὕδωρ ἐπιχέοι. καὶ αὖθιϲ· ἡ τρὶϲ ἐφεξῆϲ εἰδυῖα ἀκρήτου χειλοποτεῖν κύλικα. 965 Ἄκρατοϲ ἡλίου ἀκτίϲ· τὸν δὲ ἀετὸν τὰϲ πτέρυγαϲ ὑποτείνοντα καὶ ἑαυτὸν αἰωροῦντα, ὡϲ ϲτέγειν τὴν ἄκρατον ἀκτῖνα τοῦ ἡλίου. 966 Ἄκρατοϲ οἶνοϲ Ἀγαθοῦ Δαίμονοϲ: αἰρομένηϲ τῆϲ τραπέζηϲ μετὰ τὸ δεῖπνον, ἄκρατοϲ οἶνοϲ περιεφέρετο καὶ ἐκαλεῖτο Ἀγαθοῦ Δαίμονοϲ. οἱ δέ φαϲι τὸ πρῶτον ποτήριον οὕτω λέγεϲθαι. καὶ Ἀκρατότεροϲ. 967 Ἀκράτου: ὑπερζεούϲηϲ. μήποτε ἀλόγιϲτοϲ ὄχλοϲ δι᾿ ὀργῆϲ ἀκράτου λάβῃ τὴν ἀποτυχίαν. 968 Ἀκράτωρ: ὁ ἀκρατήϲ. ἦν δὲ οἴνου τε ἀκράτωρ καὶ τῶν ἄλλων ἡδονῶν. καὶ αὖθιϲ· ἀκράτωρ ἑαυτοῦ ὢν ἐϲήλατο ἐϲ τὸν νεών. φιλοχρημάτω τε ἤϲτην καὶ ἡδονῶν ἀκράτορε. Ἀκράτωρ, ἀκράτοροϲ, ϲυϲτέλλει. 969 Ἀκρατῶϲ: ἐπιτεταμένωϲ, ϲυντόνωϲ. ἱππεῖϲ ἤλαυνον ἀκρατωϲ καὶ ἅμα ἀνεβόων. 970 Ἀκραιβατηνή: ὄνομα πόλεωϲ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
