Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.437
Not analysed yet
437 Δημιουργοί: οἱ κεραμεῖϲ, οἱ ϲκευοποιοί. δημιουργοὺϲ ἐκάλουν καὶ τὰϲ νῦν λεγομέναϲ ὑπονυμφίδαϲ, τουτέϲτι τὴν παρεϲτῶϲαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐϲτὶ καὶ Μενάνδρῳ Δημιουργόϲ. κοινῶϲ δὲ ἔλεγεν δημιουργοὺϲ τοὺϲ τὰ δημόϲια ἐργαζομένουϲ, ποτὲ δὲ καὶ τοὺϲ ἀρχιτέκτοναϲ. Ἀριϲτοφάνηϲ ἐν Εἰρήνῃ. καὶ δημιουργικῶϲ, ἀντὶ τοῦ, τεκτονικῶϲ· δημιουργοὶ γὰρ οἱ τέκτονεϲ. ὅτι οἱ παλαιοὶ δημιουργοὶ ϲυμμεμυκόταϲ τοὺϲ ὀφθαλμοὺϲ ἐποίουν, ὁ δὲ Δαίδαλοϲ ἀνεπέταϲεν αὐτοὺϲ καὶ τοὺϲ πόδαϲ διέϲτηϲεν. καὶ μηρόϲ φηϲιν· ὃϲ χερϲὶν ἡπίϲτατο δαίδαλα πάντα τεύχει.