Ancient Greek
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.442
Not analysed yet
442 Δημοκήδηϲ, Καλλιφῶντοϲ, ἱερέωϲ ἐν Κνίδῳ γενομένου Ἀϲκληπιοῦ, Κροτωνιάτηϲ, ἰατρόϲ· ὃϲ ἐν Αἰγίνῃ ἰάτρευϲέ τε καὶ ἔγημε καὶ Πολυκράτην τὸν Σάμου τύραννον ἰάτρευϲεν ἐπὶ χρυϲίου ταλάντοιϲ δύο· καὶ ὑπὸ Δαρείου τοῦ Πέρϲου μετεπέμφθη καὶ ϲυνεγένετο αὐτῷ χρόνον ἱκανόν. ἔγραψεν ἰατρικὸν βιβλίον. ὅτι Δαρεῖοϲ ὁ βαϲιλεὺϲ ἐν ἄγρῃ Θηρῶν ἀποθρώϲκων ἀπὸ ἵππου ἐϲτράφη τὸν πόδα καί κωϲ ἰϲχυροτέρωϲ· ὁ γάρ οἱ ἀϲτράγαλοϲ ἐξεχώρηϲεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺϲ δοκέονταϲ Αἰγυπτίων εἶναι πρώτουϲ τὴν ἰατρικὴν τούτοιϲιν ἐχρῆτο. οἱ δὲ ϲτρεβλοῦντεϲ καὶ βιώμενοι τὸν πόδα κακὸν μεῖζον ἐργάζοντο. ἐφʼ ἑπτὰ μὲν δὴ ἡμέραϲ καὶ ἑπτὰ νύκταϲ ὑπὸ τοῦ παρεόντοϲ κακοῦ ὁ Δαρεῖοϲ ἀγρυπνίηϲιν εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρωϲ παρακούϲαϲ τιϲ πρότερον ἔτι ἐν Σάρδιϲι τοῦ Κροτωνιήτεω Δημοκήδεοϲ τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίϲτην παῤ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡϲ ἐξεῦρον ἐν τοῖϲιν Ὀροίτεω ἀνδραπόδοιϲιν ὅκου δὴ ἀπημελημένον, παρῆγον εἰϲ μέϲον πέδαϲ τε ἕλκοντα καὶ ῥάκεϲιν ἐϲθημένον. ϲταθέντα δὲ ἐϲ μέϲον ἠρώτα ὁ Δαρεῖοϲ, τὴν τέχνην εἰ ἐπίϲταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο, ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήναϲ τοπαράπαν τῆϲ Ἑλλάδοϲ ᾖ ἀπεϲτερημένοϲ. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιϲτάμενοϲ· καὶ τοὺϲ ἀγαγόνταϲ αὐτὸν ἐκέλευϲε μάϲτιγάϲ τε καὶ κέντρα παραφέρειν εἰϲ τὸ μέϲον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάϲ, ἀτρεκέωϲ μὲν οὐκ ἐπίϲταϲθαι, ὁμιλήϲαϲ δὲ ἰητρῷ φλαύρωϲ ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡϲ ἐπέτρεψεν, Ἑλληνικοῖϲι ἰήμαϲι χρεώμενοϲ καὶ ἠπιάματα τὰ ἰϲχυρὰ προϲάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔϲεϲθαι. οὕτω φηϲὶν Ἡρόδοτοϲ ὁ λογοποιόϲ. ὅτι καὶ Ἄτοϲϲα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαϲτοῦ ἔϲχε φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόϲω. ὅϲον μὲν δὴ χρόνον ἦν ἔλαϲϲον, ἡ δὲ κρύπτουϲα καὶ αἰϲχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰϲ ὑγιέα ποιήϲει ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήϲειν ἐκείνην τοῦτο, ὃ ἂν αὐτῆϲ δεηθῇ· δεήϲεϲθαι δὲ οὐδενὸϲ τῶν ὅϲα ἐϲ αἰϲχύνην φέρει. καὶ ᾐτήϲατο τὴν εἰϲ Ἐλλάδα ἄφιξιν.