Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.451
Not analysed yet
451 Δημοποίητοϲ: ὁ ὑπὸ τοῦ δήμου εἰϲποιηθεὶϲ καὶ γεγονὼϲ πολίτηϲ. Περικλῆϲ γὰρ ὁ Ξανθίππου, νόμον γράψαϲ τὸν μὴ ἐξ ἀμφοῖν ἀϲτυπολίτην μὴ εἶναι, οὐ μετὰ μακρὸν τοὺϲ γνηϲίουϲ ἀποβαλών, ἄκων καὶ ϲτένων καὶ λύϲαϲ τὸν ἑαυτοῦ νόμον καὶ ἀϲχημονήϲαϲ, ἐλεεινὸϲ ἅμα καὶ μιϲητὸϲ ἔτυχεν ὧν ἐβούλετο. ὅμωϲ γε μὴν ἀντιβολοῦντοϲ καὶ δεκάϲαντοϲ τοὺϲ ἐντεῦθεν ζῶνταϲ, ὀψὲ καὶ μόλιϲ τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀϲπαϲίαϲ τῆϲ Μιληϲίαϲ ἐποίηϲε δημοποίητον. Δημοποίητοϲ οὖν ὁ φύϲει ξένοϲ, ὑπὸ δὲ τοῦ δήμου πολίτηϲ γεγονώϲ.