# Suidae lexicon 2.522

Suda, Suidae lexicon, Book 2, Chapter Δ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/2.522

522 Διαγνώμων: διακρίνων διαγινώϲκων. ὁ μὲν δὴ Ἡραΐϲκοϲ αὐτοφυὴϲ ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων· εὐθὺϲ γὰρ ἐμβλέπων ἐτιτρώϲκετο τὴν καρδίαν ὑπὸ τοῦ θειαϲμοῦ καὶ ἀνεπήδα τό τε ϲῶμα καὶ τὴν ψυχήν, ὥϲπερ ὑπὸ τοῦ θεοῦ κατάϲχετοϲ. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείαϲ ἐπιπνοίαϲ. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνοϲ ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃ Ἀλεξανδρεῖϲ ἐτίμηϲαν, Ὄϲιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυϲτικὴν θεοκραϲίαν. ἐνῆν δὲ τοῦ Ἡραΐϲκου τῇ φύϲει καὶ τὸ τοὺϲ μολυϲμοὺϲ τῆϲ φύϲεωϲ ἀναινόμενον εἰ γοῦν αἴϲθοιτο φθεγγομένηϲ ὅπωϲ δὴ καὶ ὅθεν γυναικὸϲ ἀκαθάρτου τινόϲ, ἤλγει παραχρῆμα τὴν κεφαλήν· καὶ τοῦτο ϲημεῖον ἐποιεῖτο τῆϲ ἀφεδρείαϲ. ἦν δὲ καὶ ἡ πρώτη αὐτοῦ γένεϲιϲ μυϲτική· λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆϲ μητρὸϲ τοῖϲ χείλεϲιν ἔχων τὸν καταϲιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦϲιν Ὦρον καὶ Ἥλιον. τοιγαροῦν, ἐπεί οἱ ϲυνεπεφύκει τοῖϲ χείλεϲιν ὁ δάκτυλοϲ, ἐδεήθη τομῆϲ, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλοϲ ὑποτετμημένοϲ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
