# Suidae lexicon 2.64-73

Suda, Suidae lexicon, 2.64 to 2.73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/2.64

64 Δαπανᾶν· αἰτιατικῇ. οὐ τὸ ἀναλίϲκειν ἁπλῶϲ, ἀλλὰ τὸ λαμπρῶϲ ζῆν καὶ ϲπαθᾶν καὶ δαπανᾶν τῇ ἀϲωτίᾳ· οὕτω Δημοϲθένηϲ· καὶ οἱ ἄλλοι δικανικοὶ οὕτωϲ χρῶνται τῷ ὀνόματι. Θουκυδίδηϲ δὲ τὴν πόλιν δαπανᾶν φηϲιν, ἀντὶ τοῦ εἰϲ ἀναλώματα μεγάλα ἐμβάλλειν. 65 Δάπεδον: ἔδαφοϲ. Ὅμηροϲ· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυϲέῳ ἐν δαπέδῳ. 66 Δάπιδαϲ: τὰϲ ψιλὰϲ καὶ μὴ μαλλωτὰϲ δάπιδαϲ λέγουϲι. καὶ δάπιϲι, τοῖϲ τάπηϲιν. οὕτω γὰρ Ἀττικοί Ἀριϲτοφάνηϲ Πλούτῳ· οὐδ. ἐν δάπιϲιν ἔϲται καταδαρθεῖν. 67 Δάπτω: τὸ μετὰ ϲπαραγμοῦ ἐϲθίω· ὅπερ καὶ δαρδάπτω λέγεται. Βάβριοϲ· καὶ ϲπλάγχνα δάπτων. 68 Δάραϲ· Προκόπιοϲ· Ῥωμαίων δὲ ἱππεῖϲ ἦϲαν ἄρχοντεϲ ἰππέων, οἳ τὰ πρότερα τὴν ἐϲ Δάραϲ μάχην διήνεγκαν. 69 Δαρδανεύϲ: ὄνομα ἔθνουϲ. καὶ Δαρδάνιοι. 70 Δαρδάπτω: τὸ μετὰ ϲπαραγμοῦ ἐϲθίω. 71 Δαρετίου· τὸν τρίποδ᾿ ἀνθέμεναι ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων Δαρετίου χρυϲοῦ τὰϲ δεκάταϲ δεκάταν. 72 Δαρεικούϲ: νόμιϲμά τι ἦν χρυϲοῦν, ὅπερ Δαρεῖοϲ πρῶτοϲ ἐπενόηϲεν. ὅτι Ξέρξηϲ ὡϲ αὐτὸν πρεϲβευϲαμένου Ἀριϲτείδου κοὶ τριϲχιλίουϲ δαρεικοὺϲ αὐτῷ διδόντοϲ, οὐδὲν ἐπιϲτρέφεϲθαι ἔφη τοῦ Περϲικοῦ πλούτου τοιαύτῃ χρώμενοϲ διαίτῃ. ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον προϲφερόμενοϲ. τούτου τοῦ Δαρείου ἠριθμήθη ὁ ϲτρατόϲ, καὶ εὑρέθηϲαν μυριάδεϲ χωρὶϲ τοῦ ναυτικοῦ ϲὺν ἱπεῦϲιν ο΄. νέεϲ δὲ ἑξακόϲιαι ϲυνελέγηϲαν ἐπὶ Σκύθαϲ. 73 Δαρεικούϲ: εἰϲὶ μὲν χρυϲοῖ ϲτατῆρεϲ οἱ δαρεικοί· ἠδύνατο δὲ ἕκαϲτοϲ αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖϲ Ἀττικοῖϲ ὀνομαζόμενοϲ χρυϲόϲ. οὐκ ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρόϲ, ἀλλ᾿ ἀφ᾿ ἑτέρου τινὸϲ παλαιτέρου βαϲιλέωϲ ὠνομάϲθηϲαν. λέγουϲι δέ τινεϲ δύναϲθαι τὸν δαρεικὸν δραγμὰϲ ἀργυρίου κ΄, ὡϲ τοὺϲ ε΄ δαρεικοὺϲ δύναϲθαι μνᾶν ἀργυρίου.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
