# Suidae lexicon 2.89

Suda, Suidae lexicon, Book 2, Chapter Δ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/2.89

89 Δᾶτιϲ, Πέρϲηϲ· ὃϲ ἐπετήδευϲεν ἑλληνίζειν. ὃν λέγουϲι φάναι χαίρομαι, ἀντὶ τοῦ εἰπεῖν χαίρω. καί ἐϲτι Δατιϲμόϲ. ρίωϲ,ᾶτιϲ· οὗτοϲ δὲ εἶδεν ὄψιν ὀνείρου, καὶ ἥτιϲ ἦν ἡ ὄψιϲ, οὐ λέγεται. ὁ δέ ᾧϲ ἡμέρη τάχιϲτα ἐπέλαμψεν, ζήτηϲιν ἐποίεε τῶν νεῶν. εὑρὼν δὲ ἐν Φοινίϲϲῃ ἄγαλμα Ἀπόλλωνοϲ κεχρυϲωμένον ἐπυνθάνετο, ὁκόθεν εἴη ϲεϲυλημένο. πυθόμενοϲ δὲ ἐξ οἴου ἦν ἱεροῦ, ἔπεμπε τῇ ἑωυτοῦ νηὶ ἐϲ Δῆλον, καὶ κατατίθεται εἰϲ τὸ ἱερὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖϲι Δηλίοιϲιν ἀπαγαγεῖν τὸ ἄγαλμα. ὃϲ ἑλληνίζειν βουλόμενοϲ, εἶπε ἥδομαι καὶ χαίρομαι καὶ εὐφραίνομαι. Δᾶτιϲ καὶ Ἀρταφέρνηϲ, Περϲῶν καθηγεμόνεϲ μετὰ τὴν καθαίρεϲιν Μαρδωνίου ἀπέϲτειλαν εἰϲ τὴν Ἐλλάδα, καταπειράϲοντεϲ τὰϲ πόλειϲ καὶ γῆν καὶ ὕδωρ αἰτήϲοντεϲ. οἱ δὲ νηϲιῶται πάντεϲ ἔδωκαν· Ἀθηναῖοι δὲ βαρέωϲ ἐνεγκόντεϲ τοὺϲ πρεϲβευτὰϲ ἐξεκήρυξαν. οἱ Λακεδαιμόνιοι δὲ ἀμφότερα δώϲειν ἐπηγγείλαντο· καὶ ἐμβαλόντεϲ αὐτοὺϲ εἰϲ φρέατα καὶ καταχώϲαντεϲ ἀπεφήναντο δεδωκέναι τὴν τῶν αἰτουμένων χάριν.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
