# Epistulae 740.1

Synesius, Epistulae, 740.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/740.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/740.1

οἱ κατὰ τῶν ἱσεβηκότων ἐν τῇ παρεμβολῇ καὶ γνώμὴν καὶ χεῖρας ἐκίνησαν. ἐκεῖνο δὲ εἰπεῖν ἀξίον πρὸς ὑμᾶς, ἀδελφοί. τὰ καλὰ καλῶς γινέσθω, ἡ ὑπὲρ κέρδους ἐρις ἀνηρήσθω, ἀπαντα διὰ τὸν θεὸν ἐγγειραίσθω. οὐ δεῖ τὴν αὐτὴν ἀρετὴν εἶναι καὶ πονηρίας ὑπόθεσιν. ὑπὲρ εὐσεβείας ὁ δρόμος, ὑπὲρ ψυχῶν ἀγωνιστέον, μὴ τινὰς ἀπὸ τῆς ἐκκλησίας συλίσαι, ὅπερ ἔως ἤδη πεποίηνται. ὅς δ' ἂν τὴν ἐκκλησίαν προστετήμενος αὐτὴ βαλάντιον, καὶ διὰ τοῦ δοκεῖν εἶναι χρήσιμος ἐν καιροῖς ἀπαιτοῦσι δριμύτητα δυναστεῖν ἐαυτῷ κατεργάζεται, οὗτός ἐστιν ὃν ἡμεῖς συνὁδοὺς Χριστιανῶν ἐκκρύπτουμεν. οὐκ ἐποίησεν ὁ θεὸς ἀτελῆ τὴν ἀρετὴν, οὐ δεῖται πονηρίας συμμάχου, οὐκ ἐπιλεξήσεται στρατιώται τῷ θεῷ πρέποντες ἐκκλησίαις εὐρήσει συμμάχους ἐνταῦθα μὲν ἀμύσους, ἐν οὐρανῷ δὲ ἐντελῶμίσους. ἡμεῖς οὖτοι γίνεσθε· καλὸν μὲν γὰρ καὶ κατορθοῦσι συνεῖξασθαι, καλὸν δὲ καὶ παραδαίνυσιν ἐπαρσάσθαι. ὅστις ἂν οὖν μαλακίσται καὶ προδῷ, καὶ ὅστις ἂν ἐπεξέλθῃ μὲν ἀρπάσῃ δὲ τι τῶν ἀλλοτρίων, μὴ ἀναίτιος γένοιτο τῷ θεῷ. ἐν τοῦτο μόνον εἰς μέσον ἐλκύσατε, καὶ τοὺς τραπεζίτας τοὺς πονηροὺς τοὺς καθάπερ νόμισμα τὸ δόγμα τοῦ θεοῦ παραχαράττοντας περιενέγκατε· πᾶσι ποιήσατε καταφανεῖς οἵτινες εἰσι. χαρ' οὕτως ἀτίμοι τῶν Πτολεμαίδος ὅρων ἀπελθλάσθωσαν, ὅ τι σὺν αὐτοῖς ἤκει χρήμα πᾶν ἀμειγώγητον ἀποφέροντες. ὁ δὲ παρὰ ταῦτα ποιῶν ἐπάρατος τῷ θεῷ. ὅστις ἀσεβῆ σύνοδον ἰδὼν παρείδεν ἢ ἀκούσας παρήκουσεν ἢ κέρδει παρ' αὐτῶν ἐμολύνετο, τούτους ἡμεῖς Ἀμαλκιτάς εἶναι διαταττομέθα, παρ' ὧν οὐκ ἔξεστι κομίσασθαι λάφυρον. περὶ δὲ τοῦ λαβόντος φησὶν ὁ θεὸς με τα μεμέλη μαί ὅτι ἐθασίλευσα τὸν Σαοῦλ. ἀλλ' ὑμῶν ἐπὶ μηδενὶ μεταμέλειτο, ἀλλὰ μέλοι μὲν ὑμῶν τῷ θεῷ, μέλοι δὲ ὑμῖν τοῦ θεοῦ.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
