# Epistulae 742.6

Synesius, Epistulae, 742.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/742.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/742.6

ιγ' Πέτρῳ πρεσβυτέρῳ. Θεὸς ἡγείσθω παντὸς ἔργου καὶ λόγου. τὸν δὲ δια- χομιστὴν τῶν πανηγυρικῶν γραμμάτων, ἃ καταγ-γέλλει τὴν κυρίαν τῆς ἑορτῆς ἡμέραν ἕνεακαιδεκάτὴν τοῦ Φαρμουθὶ μηνός, ὡς τῆς (172) ἐπὶ ταύτῃν ἀγούσης α νυκτὸς τὸ ἀναστάσιμον ἑχούσης μυστήριον, τοῦτον καὶ προσόντα καὶ ἐπανιόντα φιλανθρωπίας ἀπάσης ἀξιω-σατε καὶ ἀμοιβῇ ζῶν ἐφ’ ἑκάτερα πέμψατε, ὅτις ὑπὲρ τοῦ μὴ γενέσθαι ταῖς ἐκκλησίαις ἐκλιπὲς ἦθος ἀρ-χαιὸν καὶ πάτριον μέσους ἑαυτὸν τοῖς τῶν πολεμίων ὅπλοις ἐπέδωκεν, ὑποστὰς ὁδοπορίᾳς δι’ ὑπόπτου τῆς χώρας. ταῦτα καὶ πειθεῖ τὴν πόλιν ὑπὲρ ἡμῶν εὐχεσθαι· δεῖ γὰρ αὐτὴν ἐντεῦθεν ἤδη τὴν τῆς ἐφ’ ἡμῖν ἀσφαλείας αἰσθήσιν δέξασθαι, ἥτις ἐκάλεισεν εἰς ἰερωσύνην οὐχ ἤ παρρησία τῆς ἐστὶ πρὸς θεὸν ὅλου b δήμου διαβάντι προεῦξασθαι, ἀλλ’ ὅτις αὐτὸς ὑπὲρ τοῦ σωθῆναι δεῖται γενέσθαι δημαίτητος. ἐπεὶ καὶ τῆς ἐνθάδε συνόδου (πλῆθος δὲ συγών ἱερέων) συντυ-χία τις ἦν, ἣν ὁ νῦν καιρὸς ἤθροισεν, ἐπιθεμένω μοι γράψαι πρὸς ὑμᾶς. εἰ δὲ μηδὲν ἔσχον εἰπεῖν ὅσον ἀκούσειν εἰώθας, συγγνώμην μὲν ἔμοι τοῦτο, ἔγκλημα δὲ ὑμῖν, ὅτι τὸν οὐκ εἰδότα τὰ λόγια τοῦ θεοῦ τῶν εἰ-δότων ἀνέθελεσθε.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
