# Epistulae 749.3

Synesius, Epistulae, 749.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/749.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/749.3

θ'. Τῷ ἀδελφῷ. Ἔλκει με παρὰ σὲ πόθος καὶ χρεία. πυνθάνομαι b τοίνυν εἰ περιμένεις ἥκοντα. μ'. Οὐρανίῳ. Ἐπεμψά σοι δῶρον ἵππον ἀχρωφέστατον εἰς ἀπασαν ἀρετὴν ἵππῳ προσήκουσαν, ᾧ χρήσῃ μὲν ἐν ἀμιλίαις δρόμων, χρήσῃ δὲ ὅταν ἐπὶ θήραν ἐξάγῃς, καὶ ἐν ἀγῶσι πολεμικοῖς καὶ ὅταν κατάγῃς ἐπὶ τῷ c Λιβυκῷ τροπαίῳ πομπὴν ἐπινίκιον· οὐ γὰρ οἶδα δ τι μᾶλλόν ἐστι, κυνηγέτης ἢ κέλης ἐναγώνιος ἢ πομπευς ἢ πολεμιστήριος. εἰ δὲ Νισαίων ἵππων ἰδεῖν ἐστιν ἀειδέστερος, ὀχθώδης τε ἄν τὸ κρανίον καὶ λιπόσαρκος τὴν ὀσφύν, τάχα μὲν οὐδὲ τοῖς ἵπποις, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις, ἅμα πάντα δίδωσιν ὁ θεός. μάποτε δὲ τοῦτο καὶ πρὸς ἐκείνας αὐτῷ τὰς ἀρετὰς συντελεῖ, εἰ τὰ μαλακὰ τῶν σκληρῶν ἐλάττω παρὰ τῆς φύσεως ἐκλήρωσατο. πρὸς γέ τοι τοὺς πόνους ὅσά σαρκῶν οἷδα διαρχέστερα. οἱ μὲν οὖν παρ' ὑμῖν ἵπποι ταῖς σαρκὶ πλείους εἰσίν, οἱ δὲ ἡμέτεροι τοῖς ὀστοῖς. d

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
