# Epistulae 764.2

Synesius, Epistulae, 764.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/764.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/764.2

νη’. Τοῖς ἐπισκόποις. Ἀνδρόνικον τὸν Βερονικέα, τὸν κακῇ Πενταπόλεως μοίρᾳ καὶ φύντα καὶ τραφέντα καὶ αὐξηθέντα καὶ τὴν ἀρχὴν τῆς ἐνεχοῦσης αὐτὸν ὀνησάμενον μήτε ἠγεῖσθω τις μήτε καλεῖτω Χριστιανόν, ἀλλ’ ὡς ἀλιτήριον ὄν τοῦ θεοῦ πάσης ἐκκλησίας ἀπεληλάσθω πανέστιος, οὐ διότι γέγονε Πενταπόλεως ἐσχάτη πληγή, μετὰ σεισμῶν μετὰ ἀκριδῶ μετὰ λοιμῶν μετὰ πυρὸς μετὰ πολεμῶν ἀκριβῶς ἐπεξελθὼν τοῖς ἐκείνων ἐγκαταλείμμασιν, ἄτοπα χολαστηρίων γένη καὶ σχήματα πρώτος εἰς τὴν χώραν εἰσενεγκὼν (εἴη δὲ εἰπεῖν ὅτι καὶ μόνος χρησάμενος), δακτυλήθραν καὶ ποδοστράβην καὶ πιστόνιον καὶ βινολαβίδα καὶ ὠτάγραν καὶ χειλοστρόφιον, ὧν οἱ προλαβόντες τὴν πείραν τε καὶ θέαν καὶ τῷ πολέμῳ προσαπολούμενοι παρὰ τῶν κακῶς περισυλόντων ἐμακαρίστησαν, ἀλλ’ ὅτι πρῶτος παρ’ ἡμῖν καὶ μόνος ἔργῳ καὶ λόγῳ τὸν Χριστὸν ἐβλασφήμησεν· ἔργῳ μὲν, ἀφ’ οὐ τῇ θύρᾳ τῆς ἐκκλησίας προσἐπατάλευσεν ἑαυτῷ διατάγματα, τοῖς μὲν ὑπ’ αὐτοῦ παρανομουμένοις τῆς ἀσύλου τραπέζης ἀποκλειῶν τὴν ἰκετείαν, ἀναστενόμενος δὲ τοῖς ἱερεῦσι τού θεοῦ ταῦτα ἀ κἂν Φάλαρις ὁ Ἀκραγαντῖνος κἂν Κεφρὴν ὁ Αἰγύπτιος κἂν Σεναχηρεὶς ὁ Βαβυλώνιος ὤκνησεν, ὁ πέμφας εἰς Ἱερουσαλὴμ τοὺς ὀνειδίζοντας Ἐζεκίαν καὶ τῷ θεῷ. ἐκεῖνην ἐγὼ τὴν ἡμέραν ἐνηνοχέναι φημὶ τὸν δεύτερον σταυρὸν τοῦ θεοῦ· ἐπὶ γὰρ ὀνειδισμῷ τοῦ Χριστοῦ τὸ λοιδορὸν ἐκεῖνο βιβλίον ἀπὸ τῆς ἱερᾶς θύρας ἐκρέματο. καὶ ταῦτα ἐπεῖδεν ἥλιος, καὶ ἀνέγνωσαν ἄνθρωποι, 202 οὐ Τιβερίου Κλαυδίου τῆς πολιτείας ἐπιτροπεύοντος, ἀφ’ οὗ Πιλᾶτος ἐπὶ τὴν Ἰουδαίαν ἡγεμονίαν ἐστάλη, ἀλλὰ τῆς εὐσεβοῦς Θεοδοσίου γενεᾶς τὰ σκήπτρα Ῥωμαίων ἐχούσης, ἀφ’ ἧς ἔλαθεν Ἀνδρόνικος ἑαυτῷ μνηστεύσας ἀρχὴν ὑπὸ τῷ Πιλᾶτου φρονήματι. γέλωσ ἦν τοῖς παριοῦσι τῶν ἐτεροδόξων τὰ γράμματα, καθάπερ Ἰουδαίοις τὰ

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
