# Epistulae 767.1

Synesius, Epistulae, 767.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/767.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/767.1

μέν οὖν οὕτως ἐγένετο· εἰ δὲ μετὰ τὴν ἐμὴν ἐξῆλθεν ἀποδημίαν τρίτον τοῦτον σὸν τόλον ἡ ναὺς εἰς τὰπὶ Θράκης χωρία στέλλεται, ἀλλὰ νῦν πρῶτον ὑπ’ ἐμοῦ στέλλεται. νῦν οὖν, ὅτε πρῶτον ἐξεστιν, ἀποδίδωμι διὰ σοῦ τὸ χρέος. χάρισαι μοι τὸν ἀνθρώπου ἐξευρών. (205) τοῦνομα μὲν δή· καὶ τὸ ἐπιπρόθευμα φθάνω δηλώσας, ἀλλὰ δεῖ πλεῖον προσθεῖναι γνωρίσματα· γένοιτο γὰρ ἂν τις ὁμώνυμος καὶ ὁμότεχνος. χαλεπῶς δὲ ἀπαντα ταύτῳ συγχυρεῖ, οὐδὲ γένοιτο ἂν ἐν τῷ χρόνῳ Σύρος τὸ γένος, μέλας τὸ χρῶμα, τὸ πρόσωπον ἰσχνός, τὸ μέγεθος μέτριος. οἴκει παρὰ τὴν βασιλικὴν οἰκίαν, οὐ τὴν δημοσίαν ἀλλὰ τὴν κατόπιν αὐτῆς, ἥτις Ἀβλαβίου μὲν πρότερον ἦν, νυνὶ δὲ Πλακιδίας ἐστὶ τῆς τῶν βασιλέων ἀδελφῆς. εἰ δὲ μετῴκησε ( γινόμενος γὰρ), σὺ δὲ ἀλλὰ Μάρκων ζητήσεις, φανερώτατον ἄνδρα, τὸν ἐκ τῆς ὑπάρχου τάξεως. οὕτως ἦν ὁ τότε τῆς συμμορίας ἀρχὼν τῶν ταχυγράφων τῆς τὸν Ἀστερίων ἐχούσης. εὕρήσεις οὖν διὰ Μάρκου τὴν συμμορίαν, ἥς οὐχὴν Ἀστερίος ἐσχάτος ἀλλ’ ἐν τοῖς πρώτοις τρίτος ἢ τέταρτος· νυνὶ δὲ χὰν πρῶτος εἴη. τοῦτω δώσεις τὴν παρ’ ἐμὲ ταύτην δάπτιδα, καὶ πρὸς αὐτὸν ἐρεῖς ἃ τὰ ἡμεῖς περὶ τοῦ χρόνου πρὸς σέ. εἰ δὲ βούλει, καὶ τὴν ἐπιστολὴν αὐτὴν ἀναγνώση· σχολὴν γὰρ ἡμῖν ὁ πόλεμος οὐ δίδωσι τοῦ καὶ πρὸς ἐκεῖνον ἐπιστεῖλαι, εἴναι δὲ δικαίως οὐδὲν ἴσως κωλύει. μήποτε τοσοῦτο δυνήσῃ τὰ ὀπλα.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
