# Epistulae 774.1

Synesius, Epistulae, 774.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/774.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/774.1

πολλὰ προσεξεῦρεν, ἐπιδαψιλεύμενος αὐτῷ πόρους, ἀφ' ὧν ἂν τις προλήγει χαρίσαιτο. ὁ δὲ ταῦτα μὲν ὤκνει, ἡξίου δὲ ὑπειπεῖδεῖν αὐτὸς τὴν εἰς τὸν ἀδελφὸν Διόσκορον γενομένην ὀνήν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀντικαταστήναι δεσπότης τοῦ κτήματος. ἐγένετο πρὸς τῷ λόφῳ καὶ τῶν ἀμπελῶνων καὶ τῶν ἐλαιῶνων ἐγκρατής. τῷ δὲ ἡ μεγαλοφροσύνη κτῆμα ἀντὶ κτήματος, μείζων ἀντ' ἐλάττονος περιγέγονε, καὶ τὸ εἰσω γενέσθαι τῶν νόμων τῶν εὐαγγελικῶν, οἱ συνεκτικοὶ τάττην τῶν ἐντολῶν τὴν ἀγαπητικὴν διάθεσιν ἀπεφήναντο. ἐν τούτῳ μόνον ἔδει μνήμης ἀξιῶσαι μνημόσαντα τῶν ἀδελφῶν τὰς συμβάσεις καὶ τὴν ὁμόνοιαν, τὰν μέσῳ δὲ παραλιπεῖν, εἰ τις ἐπίσκοπος ὢν ἤλω τι πταίσας. ἂ γὰρ οὐκ ἔδει πεπραχθῶσι, ταῦτα χαλῶς ἔχει διδόναι τῇ λήθῃ. ἀλλ' ἵνα μὴ πάντα ἐκ πάντων ὁ ἀδελφὸς Διόσκορος ἀποτυγχάνῃ, ταῖς αἰτίσεσιν αὐτοῦ δέδοχα τὸ πᾶσιν ἀκριβῶς ἐπεξελθεῖν, ἵνα μηδὲν ἀγνωσίειεν ἢ σὴ θεοσέβεια, ἣν οὐ παρὰ φαύλων ἀλλ' ἀντὶ παντὸς ἐποιεῖτο πεισθῆναι διὰ τῶν ἀποθάντων ὅτι μὴ ἐπ' ἀδίκους ἐφιλονείχησε. χαγὼ τὸν ἄνδρα τὰ τε ἄλλα ἐπαινῶ (πάνυ γὰρ μοι πρὸς τρόπου) καὶ τῆς εἰς τὸν θρόνον ἐκεῖνον αἰδοῦς ὑπεράγαμαι. καὶ ναὶ μὰ τὴν φίλην σου καὶ σεβασμίαςν κεφαλὴν, πολλὴν οἴμαι χάριν ὀφείλειν αὐτῷ τοὺς ἐν Ἀλεξανδρείᾳ συμπτώτους, ὧν τοὺς ἄγρους ἐκπονεῖ, ταχὺ πανταχοῦ γινόμενος, καὶ ἐξ ἀτόπων φόρους ἐκλέγων καὶ τοῖς καιροῖς παριστάμενος.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
