# Epistulae 781.2

Synesius, Epistulae, 781.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/781.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/781.2

οὐ’. Ἀναστασίῳ. Οὐδὲν ἐγὼ γέγονα χρήσιμος Εὐαγρίῳ τῷ πρεσβυτέρῳ· οὐδὲ γὰρ οὐδ’ ἕτερόν τινι τῶν ἀδικουμένων. ἄρχει γὰρ παρ’ ἡμῖν ὁ Βερονικεὺς Ἀνδρόνικος, ἀποφράς ἄνθρωπος, παλαιοῦν ἔχων καὶ γνώμην καὶ γλῶτταν. ὅς εἰ μὲν ἐμοῦ καταφρονεῖ, πρᾶγμα οὐδὲν ἀλλ’ αἰσχύνεσθαι μοι δοκεῖ καὶ τὰ θεία τιμῆσαι· οὕτως ἀράσσει τῇ κεφαλῇ τὸν οὐρανόν. νὴ τὴν ἱερὰν σου καὶ τριπόθητον κεφαλήν, σχῆμα Πενταπόλει πένθιμον περιτέθεικε, δακτυλήθρας καὶ ποδοστράβας ἐξευρών, καὶ ξένα ἄττα κολαστήρια κατ’ οὐδενὸς τῶν ἀδικούντων (πάνυ γὰρ τὰ νῦν ἐξεστιν ἀδικεῖν τῷ βουλομένῳ), κατὰ δὲ τῶν συντελούντων ὑπὲρ τῶν οὐσίων καὶ τῶν ἄλλο δτιοῦν ὀφειλόντων. δεῖνός γὰρ ἄνθρω ὑποθέσεις ἐξευρίσκειν τῇ τε ἑαυτοῦ καὶ τῇ Θοάντος φύσει πρεπούσας, ὧν ἐπὶ τῶν δεσμῶν ὄντα ἔταξεν ἐπὶ ταῖς ἀπαιτήσεσι τοῦ στρατιωτικοῦ χρυσίου τοῦ καλουμένου τιρωνιχοῦ, καὶ συνέθηκε τὰ αὐλιανεία· καὶ ἀεὶ τι καινὸν ἐπὶ παλαιῶν κακῶν, ὅφ’ ὧ κατὰ φύλα καὶ δήμους αἰκίζεσθαι. οὐδὲ γὰρ ἐξεστιν οὐδὲ τοῖς ἔχουσι καὶ πλουτοῦσιν ἀμαστιγώτως ἀναχωρήσαι, ἀλλ’ ἕως ὁ παῖς σιχάδε βαδίζει τὸ χρυσίον οἴσων, ὁ ἑσπότης ἡλότηται καὶ παρ’ (225) ἐνίοις τῶν δασκάλων ἐγένετο. Σταν καὶ προφάσεως ἀπορῆ δυναμένης· αὐτὸν ἐστέῖσαι, Μαξιμίνος καὶ Κλενίας ἐφεδροί. ἐν ἐκείνοις χαρίζεται τῷ

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
