# Epistulae 790.4

Synesius, Epistulae, 790.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/790.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/790.4

46. Τῷ αὐτῷ. Τὴν ἐπιστολὴν ἀναγινώσκων, ἐν ᾧ διηχῶ περὶ τῆς ἀρωστίας, καὶ ἐφοβήθην ἀρχόμενος καὶ παυόμενος ἀνεδάραγσα. ἀπελθὰς γὰρ κίνδυνον εὐηγγελίσω τὰ λῶνα· περὶ δὲ ὧν ἤττας πειρῶσθαι παρ’ ἡμῶν ἢ κοιμισθῆναι, τὰ δυνατὰ πάντα πάντως ἢ πειραθήσεται ἢ κοιμισθήσεται. τῖνα δὲ αὐτῶν τὰ δυνατὰ καὶ τὰ μὴ δυνατὰ, περιττὸν γράφειν· αὐτὴ γὰρ ἡ δόσις ἐπιδεῖξει. ἐρρωμένος καὶ εὐδαίμων διὰ βίῳ καὶ θεῷ κεχαρισμένος, ἑταῖρε τριπόθητε. γένοιτο ἡμᾶς καὶ συμμίξαντας ἀλλήλων αὐθὶς ἀπολαῦσαι, καὶ μὴ προεξέλθοις πρὶν ἂν ἀλλήλοις ἐντύχωμεν. εἰ δὲ θεὸς ἄλλη πνὴ βεβούλεται, σὺ δὲ καὶ ἀπόντων ἡμῶν μέμνησο. βελτίοις μὲν γὰρ Συνεσίῳ ἐντεύξη πολλοῖς, φιλοῦσι δὲ μᾶλλον οὐχ ἂν ἄλλοις (237) ἐντύχοις.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
