# Epistulae 796.2

Synesius, Epistulae, 796.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/796.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/796.2

ἀνῶν ἤδ’ ἐρίφων ἐπιδήμιοι ἀρπακτήρες καὶ νὴ τοὺς θεοὺς ἐστιν ὅπη καὶ γυναικῶν. τοιούτους λογίτας ἐκ πολλοῦ παρεσκεύασται. μὴν ὅν εἶναι μὲν ἀνὴρ οὐδ’ ἐπιχειρεῖ, χαλεπὸν γὰρ· σοφιστὴς δ’ ἐστὶ, καὶ ὡς ἂν δεῖξεν ἀνὴρ εἶναι παρὰ τοὺς ὄντας ἄν-δρας, ἀριστα σκέπτεται. ἀλλὰ μοι δοκεῖ καλῶς αὐτῷ τὸ δαιμόνιον ἀντιπολιτεύσασθαι· πέμπτην μὲν γὰρ τὴν μάτην ἐν τοῖς ὀπλοῖς προεληλύθειμεν, ἐπὶ τὰ με-σιωρότερα κακουργούντων τῶν πολεμίων, ὁ δὲ καὶ παντάπασιν ἀπογνοὺς ἥξειν αὐτούς, ὡς οὐκ ἂν τὸ βάθος τῆς χώρας ὀαρρήσαντας, παρὴν (245) καὶ πάντα εὐθὺς ἀκοσμίας ἐμπλήσι. καὶ ἀσθενείας μὲν οὐκ ἐμέ-μνητο (κατεγέλα γέ το· καὶ ἀνασχομένων ἀκούσαι) αὐτὸς δὲ ἥκειν ἐφη πόρρωθεν, οὐκ οἷδ’ ὅπόθεν· ἐκεῖσε γὰρ εἰς συμμαχίαν παρακεκλησθαι. παρ’ ὁ καὶ σε-σῶσθαι τοὺς ἐπικαλεσαμένους ἄγρους· οὐδὲ γὰρ ἐμπε-βληχένα τοὺς πολεμίους, πρὸς τὴν φήμην τῆς Ἰωάννου παρουσίας καταπλαγέντας. ἀσφαλῶς δὲ τάχει κατα-στησάμενος, πρὸς τὸ πονοῦν ἐφη δεδραμηχέναι· προσ-δέχεσθαι γὰρ ὅσον οὐπω τοὺς ἄνδρας, ἤν λάθῃ παρὼν καὶ μὴ διαδοθῇ τοῦνομα. εὐθὺς οὖν ἀπαντα ἀκοσμίας ἐμπλήσι παραστρατηγεῖν ἀξίων, καὶ ἐν βραχεῖ τέχνην τοῦ νικᾶν παραδιδόντι ὑπισχνούμενος, βούων ἐπὶ μέτωπον ἐπὶ φάλαγγα, καὶ κατὰ τὸ χέρας πολὺ τὸ πλαίσιον, ποιῶν δυνάματα τάξεων ὧν ἤγνοει τὴν χρείαν. καὶ τισιν ἀπὸ τοῦτοῦ ἐδόξε τις εἶναι, καὶ τὴν γε φύσιν ἐμακαρίζον, καὶ ἐμαθητῶν πολλοί. ἥδη δὲ δεῖλῃ τε ἤν ὄψια, καὶ καιρὸς ἐφόδου, καὶ δι’ πρόσων τῆς ὀρεινῆς καταβαίνοντες ἐγενόμεθα. ἄνταῦθα νεα-νίαι τέτταρες, ἐσταλμέναι χωρικῶς καὶ χειραγώτες ὅσον ἐχώρουν αἱ κεφαλαί, δρόμῳ πρὸς ἡμᾶς ἤθουν,

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
