# Epistulae 801.4

Synesius, Epistulae, 801.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/801.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/801.4

ρθ'. Τῷ αὐτῷ. Οὐχ ὃνος οὐχ ἡμίονος οὐχ ἵππος ἐστὶ μοι, ἀπάντων ἀνελεμένων εἰς πᾶν, οἷς χρησάμενος ἂν ἤλθον ὡς σὲ τὴν φιλιτάτην μοι κεφαλὴν. βαδίζειν δὲ πᾶν μέν ἐβουλόμην, καὶ τυχὸν ἐδυνάμην, οὐ μὴν ἐρασάν οἱ προσήκοντες δεῖν, ἵνα μὴ διατρυβὴ τοῖς ἀπαντῶσι γενοίμθα. τούτους γάρ, οἷτινες ἂν ᾖσιν, οὕτω πᾶν σοφοὺς ἤγγνται καὶ τοσούτον νοῦν ἔχειν, ὡς ἑκάστον αὐτῶν ἀμεῖνον ἂν ἐμοῦ σκεύασθαι περὶ τῶν προπόντων ἐμοί. τοσούτων ἡμᾶς ἐξαρτῶσι κριτῶν οἱ πρὸς δοξᾶν τὴν ἐξω ζῆν ἀναγκάζοντες. περιεγένοντο δὲ οὐ νοουθετοῦντες ἀλλὰ τὸν βιαϊότερον τρόπον, ἐπειδὴ προσηῖν, οὐκ ἐπιτρέποντες, ἀλλ' ἀντιλαμβάνόμενοι τοῦ τριβώνιου. τί οὖν ὑπόλοιπον ἢ τὴν ἐπιστολὴν ἀν' ἐμοῦ στείλαι πρὸς σέ; δι' ἧς ἀσπάζομαι τέ σε, καὶ πυθάνομαι τῶν τὰ ἀπὸ

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
