# Epistulae 803.4

Synesius, Epistulae, 803.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/803.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/803.4

μδ´. Τῷ αὐτῷ. Εἶτα θαυμάζεις τοὺς αὐψωμοδεῖς ψυχοῦντας οἴκων εἰ βίγους καὶ τὸ ἄλμα ἐξεπονύρευσας· τοῦναντίον μέντοι θαυμάζειν ἔχρην, εἰ ἐτὶ τὸ σῶμα χρείττον ἐστὶν τῆς αὐτοῦ φλογός. ἀλλ’ ἐστὶ σοι παρ’ ἡμᾶς ἐλθόντι σὺν τῷ θεῷ ρῶνι γενέσθαι, ἀπαλλαγέντι μὲν ἀέρος διεφθορότος ἐκ τῆς ἐλώδους ἀτμίδος, ἀπαλλαγέντι δὲ ὕδατος ἁλικοῦ καὶ χλιαροῦ καὶ τὸ ὅλον ἑστῶτος, ὁ ταυτόν ἐστιν εἰπεῖν καὶ νεκρόν. τί δὲ καὶ χαλὸν ἐστὶν ἐπὶ τὴν ψάμμον τὴν αἰγιαλίτιν ἀναπεσεῖν, ἣν μόνην ἔχετε διατριβήν· (255) ποῦ γὰρ δὴ καὶ τραπήσεσθε· ἐνθαδὶ δέ, ὅπον μὲν ἐστιν ὑπελθεῖν δένδρου σκιάν (χῶν δυσπρεστίσης, ἐστιν ἀμεῖψαι δένδρον ἐκ δένδρου καὶ ὅλον ἄλσος ἐξ ἄλσους), οἷον δὲ τὸ διαβῆναι παραρρεῖν ὑδάτιον· ὡς γὰρ δὲ καὶ ὁ ζέφυρος ὑποκινῶν ἡρέμα τοὺς κλάδους· ποικίλαι δὲ καὶ ὀρνίθων ᾠδαὶ καὶ ἀνθέων χροῖαι καὶ λειμῶνος θάμνοι, τὰ μὲν γεωργίας ἔργα, τὰ δὲ φύσεως δῶρα, πάντα εὐώδη, γῆς ὑγαινούσης χυμοί. τὸ δὲ τῶν Νυμφῶν ἄντρον οὐκ ἐπαινέσομαι· Θεοκρίτου γὰρ δεῖ. ἔστι δὲ τι καὶ παρὰ ταῦτα.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
