# Epistulae 809.1

Synesius, Epistulae, 809.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/809.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/809.1

ποιεῖται τῆς Αἰγυπτίας ἀρχῆς, Εὐθάλιος δὲ Λαοδикеὺς ἔχει λαβών. οἶδα τὸν νεανίσκον, ὡς εἰκάζειν ἐξεστιν, ὑπὸ τοὺς αὐτοὺς ἡμῖν χρόνους ἐπὶ στρατοπέδου διαγαγόντα· καὶ γὰρ οὐκ εἴα λανθάνειν αὐτὸν οὐδ’ ὁ τρόπος οὔτε τὸ ὄνομα. Βαλαντᾶν τινὰ ἤκουες, οὐ πατρὸς τῆς σεμνῆς ταύτης προσηγορίας κληρονομήσαντα, ἀλλ’ αὐτὸν περιποιησάμενον. ἐπειδή γάρ, οἶμαι, Λυδίας ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τῶν Ῥουφίνου καιροὺς ἤγε καὶ ἔφερε τὰ Λυδῶν, νεμεσᾶ Ῥουφῖνος καὶ μέτεισι ζημία χρυσοῦ λιβρῶν πεντεκαίδεκα, τάττει δὲ στρατιώτας ἐκ τῶν ὑπηρετῶν, ὡς ὦστο, τοὺς ἀνδρειοτάτους καὶ εὐνουστάτους, ἐφ’ ὧν βίᾳ πράξαντας τὸ χρυσίον ἀνακομίσαι πιστῶς εἰς τὴν τράπεζαν τὴν αὐτοῦ. τί οὖν πρὸς ταῦτα ὁ Σίσυφος; ἀλλὰ μὴ λίαν ἀπειρόκαλος ὡ βεβουλήμενα ἐπιδηγούμενος, πέτυσαι πάντων τὴν συνορίδα τῶν βαλαντῶν, ἃ τῶν ἵππων Εὐμύλου πολὺ μᾶλλον ἀλλήλοις ὁικότα κατασκευάσας τῷ μὲν ἐνέθηκεν ὀβολοὺς ἐκ χαλκοῦ τῷ δὲ στατῆρας χρυσίου. καὶ τοῦτο μὲν δεῖξας ἐκεῖνο δὲ κρύψας, ὡς ἀπρίοθσαν, ὡς ἐχγυστάτησαν, ὡς κατεσημύγαντο τῇ δημοσίᾳ στραγίδι τὸ χρυσίον, λανθάνει θάτερον ἀντιθεὶς καὶ πέμψας ἀντὶ τῶν στατήρων τοὺς ὀβολούς. οἱ δὲ ὁμολογήσαντες ἐν δημοσίῳ γράμμασιν ἔχειν καὶ διακομιεῖν τὸ χρυσίον.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
