# Epistulae 818.1

Synesius, Epistulae, 818.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/818.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/818.1

οὐκ εὐτυχοῦντων εἶναι παραμυθίαν, παρεχομένην ἐν ἀπουσίᾳ σωμάτων φαντασίαν τῆς παρουσίας, καὶ τῷ δοκεῖν προσδιαλέγεσθαι ψυχῆς ἐκπιμπλάσων τὸ ἐπιέμενον. ταῦτ’ οὖν ἀνύμνει· τὸν εὑρετὴν τῶν γραμμάτων, καὶ ἀνθρώπων μὲν οὐδενὸς ἥξιον θεοῦ δὲ εἰς ἀνθρώπους εἶναι τὴν ὄψιν. ἐγὼ μὲν οὖν ἀπολαύω τῆς ἱερᾶς τῆςδε τοῦ θεοῦ χάριτος, καὶ πρὸς ὃν ἔδει λαλεῖν, εἰ μὴ δύναμαι λαλεῖν, ἀλλ’ ἐπειδὴ γράφειν δύναμαι, θαμὰ τοῦτο ποιῶ, καὶ κατὰ τὸ ἐνδεχόμενον σύνειμι, καὶ ἀπολαύω τῶν ἐμῶν παιδικῶν. αὐτὸς δέ, εἰ μὴ πικρὸν εἰπεῖν, συνδιέστηκας τῷ τόπῳ τὴν γνώμην. κἂν μὴ παύσῃ σαυτὸν ἀφελὼν τῶν ἀδολώτατα καὶ ἀσκήνως ἠγαπηκότων, ἐμιμήσω τὰς χελιδόνας, αἳ ταῖς τῶν ἀνθρώπων οἷον φιλίαις ἐνοικίζονται μὲν μετὰ τοῦ φθέγγεσθαι, σιωπῶσαι δὲ ἐξοικίζονται· ταῦτα πρὸς ἀνθρώπων ἐτι, καὶ ἀνθρωπικὰ τὰ ἐγκλήματα· εἰ δὲ ἠνίσας διὰ φιλοσοφίας τὰ δεῦρο διεστῶτα, καὶ φίλον μὲν τὸ καλόν, καλὸν a δὲ τὸ αὐτό, τοῦτο δὲ ἐν ὃν ἀ τοῦ νοῦ λέγοντος ἤκουσας, οὐκέτι κρίνομεν ὑπεροψίαν τὴν πρὸς ἡμᾶς σιωπὴν, ἀλλὰ συνηθδεμένα φιλοσοφοῦντι καὶ παρακειμένῳ μὲν τὸ αἰκιροπρεπεσθαι, συνόντι δὲ τῷ παρὰ σοὶ κρεῖττον· τοῖς ἐν ἡμῖν κρεῖττουν. εἴης τοιούτος, ἀνδρῶν ἄριστε καὶ ἐμοὶ τριπόθῃτε ὡντως ἀδελφέ.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
