# Epistulae 823.2

Synesius, Epistulae, 823.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/823.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/823.2

ρμε'. Τῷ αὐτῷ. Οἰκέτης ἐμὸς ἐδραπέτευσεν, οὐ τῶν πατρῴων τῶν ἐμῶν οὐδὲ τῶν ἄλλων συνγραφέντων ἐμοί (ἀγωγῆς γὰρ ἐλευθερίου μετασχόντες καὶ μικροῦ δέω λέγειν ἐν δημοτίμοις ἀγόμενοι φιλοῦσιν ὡς αἱρετὸν ἄρχοντα μᾶλλον ἢ δεδίασιν ὡς νόμῳ δεσπότην), ἀλλ’ ὁ Φιλόρωμος (τοῦτο γὰρ ὄνομα τῷ δραπέτῃ) τῆς ἀδελφιδὸς μου τῆς Ἀμελίου θυγατρὸς· οἰκέτης ὧν ἐμὸς γίνεται δι’ ἐκείνης. τραφεὶς δὲ ἐκμελῆς καὶ ἀνάγωγος φιλόσοφον καὶ Λακωνικὴν ἐπιστάσιν οὐκ ἤνεγκε, καὶ νῦν ἀντ’ ἐμοῦ δεσπότην εὕρῶμενος Ἀλεξάνδρεα, περινοστεῖ μετ’ ἐκείνου τὴν Αἴγυπτον. Ἀποκρεάτων τὶς ἐστι τῶν Ἡρακλειανῶν δορυφόρων, ταῦν ἐχὼν τῷ βοηθῷ βοηθεῖν (ἢ γὰρ σουδαδίου βα λέξις τοῦθ’ ἐρμηνεύειν πιστεύεται)· τούτῳ σύνεστιν ὁ Φιλόρωμος. χαίρῳ τό γ’ ἐμὸν εἶναι ἂν χαίρειν αὐτόν· πῶ γὰρ εὐλογον τὸν μέν χειρᾶ τῶν βελτιόνων μὴ δεῖσθαι, (282) τοὺς δὲ ἀ βελτίονας ὁμολογοῦντας εἶναι δεῖσθαι τοῦ χειρόνος; ἀλλ’ ἡ δέσποινα τοῦ κακοδαίμονος οὕτω πείθεται πᾶν φιλοσοφεῖν, ὥστε καταφρονεῖν τῶν οὐκ ἀντεχομένων, καὶ κατεδεξήθη πολλὰ σταλῆναι τοὺς ἐπαναζόντας αὐτόν. ὑπέστη δὲ τὴν ὑπηρεσίαν ταύτην αὐθαρετὸς ὁ σύγχωνος ἡμῶν Λειθαλκής, ὃν ἐγὼ θεῷ τε χειμένῳ θαρρῶν ἐστεῖλα καὶ ἀνθρωπίνην ἐπικουρίαν ὑποσχόμενος τὴν παρὰ σοῦ. εἴη σοι τὴν ἐπιστολὴν ἐπιδοθῆναι· τὰ δ’ ἐντεύθεν, ἐπειδή παρεῖληφας τὴν ὑπόθεσιν, θεῷ καὶ αὐτῷ σοι καὶ Λειθαλεῖ μέλησει.

---

Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003384.
