# Homiliae 1

Synesius, Homiliae, Homily 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/homiliae/1

ΟΜΙΛΙΑ Αʹ Οὐ θήσομαι τὴν πανήγυριν ἄφωνον, ἀλλ' οὐδὲ μέντοι πολύφωνον, τῇ μὲν φωνῇ τιμῶν τὸν θεόν, τῷ δὲ ταχὺ πεπαῦσθαι τῇ πανηγύρει χαριζόμενος. ἀλλ' ὅπως ἔσῃ πανηγυριστὴς ἄξιος τοῦ θεοῦ, μὴ πόθει τράπεζαν, ἀπὸ τῆς νηστίμου τὴν μέθυσον. στέψον τῷ θεῷ κρατῆρα νήφοντος κράματος. ὁ θεὸς ἡμῶν σοφία καὶ λόγος ἐστίν. κρατὴρ ὁ παρακινῶν τὸ φρονοῦν, ὁ ταράττων τὸ λογιζόμενον οὐδὲν προσήκει τῷ λόγῳ. ἔστιν ἄνεσις πρέπουσα θεῷ, καὶ ἔστιν ἄνεσις πρέπουσα δαίμοσιν. «Ἀγαλλιᾶσθε τῷ κυρίῳ ἐν φόβῳ». ὅταν εὐωχῇ, φησί, τότε μέμνησο τοῦ θεοῦ· τότε γὰρ ὁ πολὺς εἰς ἁμαρτίαν ὄλισθος γίνεται. ὅταν εὐτροφῇ σῶμα περὶ σάρκωσιν, ἀποστρέφει ψυχὴν περὶ φρόνησιν. «Ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθην». ἐκείνου πίε τοῦ ποτηρίου, καὶ γέγονας ἄξιος τοῦ συμποσίου τοῦ νυμφίου. ἀριστοποιόν ἐστιν ἐκεῖνο τὸ ποτήριον, οἴνου πλῆρες, ὅγε καὶ μνηστευθὲν εἰς νοῦν ἡμᾶς ἀξιοῖ διεγείρεσθαι. καὶ δὴ σαφὴς αὐτόθεν ὁ λόγος, ἀλλ' οὐ πολλοῦ δεῖται τοῦ νοῦ. «Ποτήριον ἐν <χειρὶ κυρίου> οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο». εἰ μὲν ἀκράτου, πῶς πλῆρες κεράσματος; εἰ δὲ ἕν, πῶς ἔκλινεν ἐκ τούτου εἰς τοῦτο; παντάπασιν ἀτόποις ἔοικε τὰ λεγόμενα· οὐ μὴν τά γε νοούμενα. οὐδὲν μέλει τῷ θεῷ θεοφορήτου λέξεως. πνεῦμα θεῖον ὑπερορᾷ μικρολογίαν συγγραφικήν. σὺ δὲ βούλει τὴν ἐν τῇ διαφωνίᾳ συμφωνίαν θεάσασθαι; περὶ ποίου ποτηρίου φησίν; ὃν τοῖς ἀνθρώποις θεόθεν προποθέντα λόγον ἔχομεν παρὰ τοῦ θεοῦ, ἐν παλαιᾷ Διαθήκῃ καὶ νέᾳ. τούτῳ γὰρ ἀρδεύεται ψυχὴ τῷ ποτῷ. ὅτι μὲν λόγος ἐστίν, ἄκρατός ἐστιν ἑκάτερος. κιρνᾶται γὰρ καὶ διττὸς ὤν. ἓν γὰρ τὸ ἐξ ἀμφοῖν συνιστάμενον τελείωσις γνώσεως. ἡ μὲν παλαιὰ τὴν ὑπόσχεσιν ἔσχεν, ἡ δὲ νέα τὸν ἀπόστολον ἐξήνεγκεν. τὸ δὲ «Ἔκλινεν ἐκ τούτου εἰς τοῦτο» τὴν διαδοχὴν τῶν διδασκάλων αἰνίττεται τοῦ νόμου τοῦ Μωσαϊκοῦ καὶ τοῦ Κυριακοῦ· καὶ τὸ ποτήριον ἕν· ἓν γὰρ ἔπνευσε πνεῦμα καὶ εἰς προφήτην καὶ εἰς ἀπόστολον, καὶ κατὰ τοὺς ἀγαθοὺς ζωγράφους πάλαι μὲν ἐσκιαγράφησεν, ἔπειτα μέντοι διηκρίβευσε τὰ μέλη τῆς γνώσεως· «Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη».

---

Synesius Phil., Homiliae. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2006.tlg008.local001/.
